Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Περιείληπται μὲν καὶ ταῦτα ἐν τῷ περὶ λύσεων, ἴδωμεν 9 δὲ κἀνταῦθα ἀκριβέστερον. πᾶν παράδειγμα λύεται κατ᾿ ἀνατροπήν, ὡς ἐπʼ ἐκείνου ἐν τῷ κατ᾿ Ἀνδροτίωνος· ,,φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παῤ ὑμῶν δωρεάν εἶτα κατ᾿ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ᾿ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾿ οἶδα σαφῶς. γίνεται δὲ [*](521) παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου, ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν. εὑρίσκεται δ᾿ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δἰ ἔχθραν ἢ κατὰ καιρόν ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ

376
9 δ᾿ ἐν ἱερῷ. ἢ κατὰ ποιότητα προσώπου, ὡς ἐν τῷ πρὸς Λεπτίνην, Θηβαῖοι γὰρ φησὶν οὐδένα τιμῶσι, τοῦτο ἔλυσεν ἐκ διαφορᾶς τῆς πρὸς ἕτερον· Θηβαῖοι γὰρ φησὶν ἀπηνεῖς, ἡμεῖς δὲ φιλάνθρωποι καὶ δίκαιοι ἢ ἐκ διαφρᾶς τῆς περὶ πολιτείαν ἢ δύναμιν ἢ ἄλλο τι τῶν τοιούτων.