Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „μλέγεται κατὰ τίην παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ᾿ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ [*](520) ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ᾿ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ᾿ ἀλλήλων ὑπόνοιαν

375
ἐμποιεῖ, ἢ καὶ ὑποβάλλεται τὰ παραδείγματα. ἐνίοτε δὲ 8 καὶ ἀτελῆ ταῦτα ἐῶμεν ἄχρι τοῦ χρησίμου μνησθέντες, ὡς ἐν τῷ πρὸς Λεπτίνην ἐν τῷ περὶ τοῦ τειχισμοῦ τοῦ Θεμιστοκλέους· „λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπών, κἂν ἀφίκηταί τις ἐκ Λακεδαίμονος κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων ὡς τοὺς Λακεδαιμονίους. λόγων δὲ γενομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων, ὡς Ἀθηναῖοι τειχίζουσιν τὴν πόλιν, ἀρνεῖσθαι.“ εἶτα οὐκ ἐπεξῆλθε διὰ τέλους τῷ παραδείγματι, ἀλλ᾿ ἄχρι τοῦ χρησίμου κατὰ τὸ προκείμενον εἰπών τὰ ἑξῆς εἴασεν ἐπενεγκών „καὶ πάντες ἴσως ἐπίστασθε ὃν τρόπον ἐξαπατῆσαι λέγεται.