Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου,  οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ᾿ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿  εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“ γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ [*](522) τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ [*]((703)) πολὺ μᾶλλον ἁλίσκοιο.“