Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Γίνονται δὲ λύσεις καὶ ἐκτοῦ ἐλλιποῦς, ἢ παραγραφικῶς ἢ κατὰ χρόνον ἢ τόπον.

Γίνεται λύσις καὶ μεταστατικῶς ἢ  ἐπὶ τὰ ἐν ἡμῖν πάθη ἢ συγγνωστά, οἷον ἀδικεῖς,φησίν,ὑβρίσας· ἢ συγγνωστὸς διὰ μέθην ἢ διὰ μανίαν. ἐπὶ τὰ ἐκτὸς δέ, ὡς ἐν τῷ περὶ στεφάνου· ,,ἥττης γέγονας αἴτιος, ὦ Δημόσθενες· κυρία τούτου ἡ τύχη. ἔτι δʼ ἔστιν ὅτε καὶ λύσις λύσει συνεμπίπτει, καὶ ἡ μέθοδος τῇ ἀνατροπῇ ἐκ τῶν αὐτῶν ἐνίοτε ὁρμᾶσθαι δοκεῖ, οὐ χρὴ δὲ θαυμάζειν, ἐπεὶ καὶ στάσις στάσει συνεμπίπτει.

Ἡμεῖς δὲ τοὺς τόπους τῶν λύσεώ σοι παρεχόμεθα, οὓς εἰδὼς ῥᾷον εὐπορήσεις λύσεων. ἔτι δὲ κἀκεῖνο χρή σε εἰδέναι, ὅτι οὐ πάσαις ταῖς λύσεσι χρῆσθαι ῥᾴδιον, ἀλλὰ ταῖς ἐμπιπτούσαις. ἔστω δὴ καὶ ἀντίθεσις ἐπὶ τῶν ὀμοσάντων μὴ γῆμαι καὶ κρινομένων, ὅτι πολλὰ λυπηρὰ τοῖς γάμοις παρακολουθεῖ, καὶ γυναικῶν ἀσέλγεια καὶ παίδων πονηρία. ἐνταῦθα οὐ δυνάμεθα κατὰ ἀνατροπὴν [*](515) ἀπαντῆσαι, ὅτι οὐδὲν λυπηρὸν συμβαίνει, ψεῦδος γάρ, ἀλλὰ μεθοδεύω αὐτὸ πρῶτον κατὰ μείωσιν, οὐ πᾶσι τὰ αὐτὰ κατʼ ἀντιπαράστασιν ἀγαθοῦ, οὐ δεῖ τὰ προσόντα λυπηρὰ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ ἀγαθά, ἔστι δὲ ταῦτα παιδοποιΐα,διαδοχὴ γένους, κλήρου, πολιτείας, τὸ γηροκομίαν

371
ἕξειν. εἶτα κατὰ αὔξησιν, καὶ μείζω τὰ ἀγαθὰ 7 τῶν λυπηρῶν. εἶτα ἀντιπαραστάσει τρόπου, χρὴ δὲ διʼ ἑτέρου τρόπου τὰ ἄτοπα φυλάττεσθαι, σωφρονίζειν τὰ γύναια, τοὺς παῖδας ἀμείνους ποιεῖν τῇ ἀγωγῇ, διὰ τῶν ἐπιτηδευμάτων. εἶτα κατὰ ἐνδόξου κρίσιν, οὕτω πᾶσι τοῖς κατὰ τὴν πόλιν δοκεῖ, οὕτω καὶ τοῖς νόμοις οἳ περὶ γάμων διαλέγονται, οὕτω πᾶσιν ἀνθρώποις νενόμισται. εἶτα διανοίας ἐξέτασις, οὐ ταύτῃ τῇ διανοίᾳ ὤμοσαν, ἀλλʼ ἀσελγείας καὶ μοιχειῶν ὑπόθεσίς ἐστιν αὐτοῖς ὁ ὅρκος. εἶτʼ ἀπὸ τοῦ ἐναντίου, εἰ τὸ γαμεῖν ἔχει τινὰ λυπηρά, πόσῳ τὸ μὴ γαμεῖν λυπηρότερον, τὸ εἶναι ἄοικον, ἀνέστιον, ἄπαιδα, οὐχ αὑτῷ οὐ πόλει χρήσιμον. εἶτα ἡ εἰς ἄτοπον ἀπαγωγή, ὅτι καὶ ἄλλα πολλὰ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων κατὰ τοῦτον τὸν λόγον ἀναιρήσουσιν, οἷς τι τῶν λυπηρῶν πρόσεστιν. εἶτα μεταστατικῶς, τὸ μὲν δυστυχῆσαι περὶ γάμον τύχης ἐστὶν ἔγκλημα, τὸ δʼ ἄγαμον εἶναι γνώμης πονηρία. εἶτα ἐξ ἀποβάσεως τί συμβήσεται, εἰ τούσδε καὶ ἄλλοι μιμήσονται. ἔφαμεν δὲ τὸ τῆς ἀντιπαραστάσεως καὶ τὴν ἀπόβασιν εἶναι.

Χρὴ δὲ τὰς μὲν ἀσθενεστέρας λύσεις προτέρας τιθέναι, τὰς δὲ ἰσχυροτέρας δευτέρας· εἰ γὰρ αἱ ἰσχυρότεραι πρότεραι τεθεῖεν, οὐκέτι χώραν ἕξουσιν αἱ ἀσθενέστεαι. εἰσάγονται δʼ αἱ μὲν ἀσθενέστεραι, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ παράλειψιν, αἱ δὲ ἰσχυρότεραι ὡς ἐπὶ τὸ πλεῖστον προηγουμένως ἐπισημαινομένων ἡμῶν τὰς δυνάμεις [*](516) αὐτῶν. ἐνίοτε μέντοι καὶ αἱ ἰσχυρότεραι κατὰ παράλειψιν τίθενται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τῶν ἀτόπων ἐστὶ παραλείψω. ἐνίοτε καὶ συνεισάγονται ταῖς ἀντιθέσεσιν αἱ λύσεις, ὡς ἐν τῷ παραπρεσβείας· ,,οὕτω τοίνυν πολλὰ καὶ δεινὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιϊὼν λέγει,τί δʼ ἄν εἰποις περὶ Δημοσθένους,ὃς

372
7 τῶν συμπρέσβεων κατηγορεῖ ἔξεστι γάρ σοι ἀνατρέψαι τὴν εἰσαγωγὴν καὶ ποιῆσαι λύσιν, κατηγορεῖς τῶν συμπρέσβεων· ναί, πολλὰ γὰρ καὶ δεινὰ πεπρεσβεύπασι. πολλάκις τῇ εἰσαγωγῇ τῆς ἀντιθέσεως συνεισάγεται ἡ λύσις, καὶ ἔμφασις ὅλως λύσεως γίνεται διʼ ἑνὸς ῥήματος, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, ,, εἰ δὲ λέγεις τὰ πρὸς [*]((701)) Θηβαίους δίκαια, Αἰσχίνη, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγῃ. “ τὸ γὰρ νυνὶ καὶ ἀντὶ λύσεως ὅλης ἤρκει. ἐχρῆν γὰρ καὶ τότε. διττὴ δʼ ἡ χρῆσις παρὰ τῷ Δημοσθένει ἢ γὰρ προτάττει τὸ ἐξ ἀνατροπῆς καὶ ἐπάγει τὸ ἐκ μεθόδου συγχωρήσας, εἶτα περιτρέψας ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· ,,ἐγὼ δὲ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δʼ οἶδα σαφῶς. ἄχρι τούτου ὡς ἔχων ἀνατρέψαι ἀπέφηνεν. εἶθʼ ἑξῆς συγχωρήσας περιέτρεψεν. ,,οὐ μὴν ἀλλὰ εἰ τοῦτο τοιοῦτόν ἐστι τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία. εἶτα περιτρέψας ὡς ἐν ἐκείνῳ· ,,ἐγὼ δὲ εἰ τοῦτο τοιοῦτόν ἐστιν, οὐκ ἔχω ὅ τι μεῖζον κατηγορήσω. εἶτα ἑξῆς κατὰ ἀνατροπήν· ,,οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ἡμῖν οὕτω μᾶλλον.

Τῶν δὲ λύσεων ἀπασῶν τῶν προειρημένων αἱ μέν [*](517) εἰσιν ἐξ ἰδιότητος, αἰ δὲ ἐκ κοινότητος. ἐκ κοινότητος μέν, ὡς παρὰ Θουκυδίδῃ ἐκεῖνο· ,,ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τούς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθέτωσαν ὡς πᾶσα ἀποικία εὐ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δʼ ἀλλοτριοῦται. ἐκ κοινότητος ἡ λύσις ἡ δʼ ἐξῆς ἐξ ἰδιότητος· ,,ὡς δʼ ἠδίκουν σαφές ἐστ.“