Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

8 Παραβολὴ παραδείγματος τούτῳ διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπʼ ἀψύχων ἢ ζῴων ἀλόγων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, ὡς παρʼ Ὁμήρῳ,

373

ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ. 8 ἀπὸ δὲ ἀψύχων ὡς παρὰ Δημοσθένει· ,,ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου. τὰ δὲ παραδείγματα ἐκ γεγονότων ἤδη λαμβάνεται προσώπων, ὡς παρὰ Δημοσθένει ,,λέγεται κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.· πᾶν παράδειγμα ἔχει μὲν τὴν ὕλην ἐκ τῶν γεγονότων, λαμβάνεται δὲ ἢ ἐξ οἰκείων ἢ ἐξ ἀλλοτρίων. τὰ μὲν ἐξ οἰκείων ἀγωνιστικώτερα καὶ προσεχέστερα, καὶ τοῦτο χρὴ ἐπισημαίνεσθαι, ὡς παρὰ Δημοσθένει· ,,οὐ γὰρ ἀλλοτρίοις ἀλλʼ οἰκείοις ἡμῖν χρωμένοις [*](518) παραδείγμασιν εὐδαίμοσιν ἔξεστι γενέσθαι.· τὰ δὲ ἀπʼ ἀλλοτρίων προσώπων λαμβανόμενα ἔστι μὲν οὐχ ὁμοίως προσεχῆ, δεῖ δὲ αὐτὰ ὅμως μὴ ἀπηρτῆσθαι. χρήσιμοι δʼ ἐπʼ αὐτῶν καὶ αἰ προπαραιτήσεις, ὡς ἐπ᾿  ἐκείνου ὁ Δημοσθένης· ,,βούλομαι δʼὑμῖν ἐν Λοκροῖς ὡς νομοθετοῦσι, διηγήσασθαι οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται.“ εἰ μὲν οὖν ἀπʼ ἀλλοτρίου προσώπου ἀδόξου δὲ γίνοιτο, χρὴ κατʼ ἐπιτίμησιν αὐτὸ εἰσάγειν· οἷον ,,αἰσχύνομαι μὰ τοὺς θεοὺς εἰ Μεγαρεῖς τόδε ἔπραξαν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι μὴ πράξετε.“ εἰ δὲ ἀπʼ ἐνδόξου, οὕτω· ,,καλὸν δʼ ὑμῖν ζηλῶσαι τοὺς ἄνδρας καὶ τὰ ἐκείνων, ἔστι δὲ ταῦτα. χρὴ δὲ τὰ παραδείγματα γνώριμα εἶναι καὶ σαφῆ, καὶ μὴ πάνυ ἀρχαῖα μηδὲ μυθώδη, συνᾴδοντα δὲ τοῖς ὑποκειμένοις καὶ μὴ ἀπομηκύνεσθαι ἄγαν, εἰ μὴ ἀπὸ μεγάλων εἴη τὸ παράδειγμα, ὁποῖον τὸ περὶ Ἀλκιβιάδου ἐν τῷ κατὰ Μειδίου.

Χρεία δὲ ἐν προοιμίοις μὲν οὐ πάνυ τι παραδείγματος, ἐν δὲ τῷ ἄλλῳ λόγῳ, καὶ ἤτοι προτάττομεν τούς λογισμοὺς τῶν παραδειγμάτων ἢ ἐπάγομεν· ἔστι δὲ ἰσχυρότατον ἐν λόγῳ τὸ παράδειγμα· λαμβάνεται δʼ ἀπὸ τεσσάρων, ἀπὸ ὁμοίου, ἀπʼ ἐναντίου, ἀπὸ μείζονος, ἀπʼ

374
8 ἐλάττονος. ἀπὸ ὁμοίου μέν, οἷον δίκην εἰσπράξασθε παῤ [*](519) αὐτοῦ. καὶ γὰρ ὁ δεῖνα πρότερον τὰ ἴσα ἀδικήσας δἴκην ἔδωκεν. ἀπὸ ἐναντίου δὲ οὕτω· συμφέρει σῶσαι τούσδε καὶ γὰρ τοῖσδε μὴ βοηθήσαντες ἐβλάβητε. ἀπὸ δὲ μείζονος· οὐκ ἄξιος οὗτος τυχεῖν τῆς τιμῆς ταύτης· ὁ δεῖνα γὰρ καὶ μείζονα εὐεργετήσας οὐκ ἔτυχεν τηλικαύτης τιμῆς. ἔξιτε ἐπὶ τὸν πόλεμον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν μείζους κινδύνους ὑπέστησαν. ἀπὸ δὲ ἐλάττονος· ἀποκτείνατε τοῦτον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν ἐλάττω ἠδικηκότα τὸν δεῖνα ἀπέκτειναν. ἀπὸ ἐλαττόνων προσώπων, οἷον οἱ δεῖνες ἀσθενέστεροι ὄντες ὑμῶν τάδε ἔπραξαν.

[*]((702))

Τίθεται δὲ τῶν παραδειγμάτων τὰ μὲν ἀπὸ ὡρισμώνων, ὡς ἐν τῷ κατὰ Μειδίου· „λέγεται τοίνυν κατὰ τὴν παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.“ ἀορίστως δʼ οἷον εἰ λέγοις, οὐκ ἐφ᾿ ἡμῶν μόνον, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ χρόνου ἔθος ἔστιν ὑμῖν τοῖς κινδυνεύουσιν βοηθεῖν καὶ κοινὴν παρέχειν τὴν πόλιν.

Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „μλέγεται κατὰ τίην παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ᾿ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ [*](520) ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ᾿ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ᾿ ἀλλήλων ὑπόνοιαν

375
ἐμποιεῖ, ἢ καὶ ὑποβάλλεται τὰ παραδείγματα. ἐνίοτε δὲ 8 καὶ ἀτελῆ ταῦτα ἐῶμεν ἄχρι τοῦ χρησίμου μνησθέντες, ὡς ἐν τῷ πρὸς Λεπτίνην ἐν τῷ περὶ τοῦ τειχισμοῦ τοῦ Θεμιστοκλέους· „λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπών, κἂν ἀφίκηταί τις ἐκ Λακεδαίμονος κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων ὡς τοὺς Λακεδαιμονίους. λόγων δὲ γενομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων, ὡς Ἀθηναῖοι τειχίζουσιν τὴν πόλιν, ἀρνεῖσθαι.“ εἶτα οὐκ ἐπεξῆλθε διὰ τέλους τῷ παραδείγματι, ἀλλ᾿ ἄχρι τοῦ χρησίμου κατὰ τὸ προκείμενον εἰπών τὰ ἑξῆς εἴασεν ἐπενεγκών „καὶ πάντες ἴσως ἐπίστασθε ὃν τρόπον ἐξαπατῆσαι λέγεται.