Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Γίνεται δὲ λύσις καὶ ἐν διανοίας ἐξετάσει, ὅταν ἢ νομοθέτου διάνοιαν ἐξετάζωμεν, οἷον νόμος σοι ἐναντιοῦται, [*](512) οὐ ταύτῃ τῇ διανοίᾳ γέγραπται ὁ νόμος ἀλλʼ ἑτέρᾳ· δεῖ σκοπεῖν ὅπως ἂν εὔλογος φανῇ ἡ ὑφʼ ἡμῶν λεγομένη διάνοια· οἷον, ὁ ξένος κεκώλυται ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. εἰ ὁ νόμος κωλύει, ἐπὶ κακῷ τῆς πόλεως ἀναβαίνειν κωλύει, οὐ τὸν ἀριστεύειν μέλλοντα. γίνεται δὲ καὶ ψηφίσματος καὶ παντὸς ῥητοῦ λύσις ἐπὶ τὸ πολὺ ἐκ διανοίας ἐξετάσεως. καὶ μαρτυριῶν λύσις, ἢ κατʼ ἀντιπαράστασιν, ὡς ἐδείχθη, μαρτυριῶν ἄλλων ἢ εἰκότων,ἢ ἐκ διανοίας ἐξετάσεως· καταμαρτυρεῖ σοῦ ὁ δεῖνα, τὴν διάνοιαν πρὸς χάριν ἢ διʼ ἔχθραν. πολλάκις δὲ καὶ ἑαυτῶν διάνοιαν παρεχόμεθα ἐν λύσει ἐξετάζοντες, ὃ καὶ χρωματικὸν καλοῦσί τινες, οἷον τυραννίδος ἐπιθυμεῖς, ἢ διὰ τί δακρύεις; δακρύω ἐλεῶν τοὺς ἐν τυραννίδι, καὶ τὰ ἐκ τυραννίδος κακὰ ἐνθυμούμενος. ὥσπερ δὲ ἔφην ῥητὸν ἐκ διανοίας λύεσθαι, οὕτω καὶ διάνοιαν ἐκ ῥητοῦ, οἷον τῇδε τῇ διανοίᾳ ὁ νόμος γέγραπται, ἢ οὐδαμοῦ τοῦτο τῷ ῥητῷ πρόσκειται.

Γίνεται δὲ λύσις καὶ ἀπὸ τοῦ ἐναντίου καθʼ ὑπέρθεσιν. ὅταν οὐ ἐγκαλούμεθα, τὸ ἐναντίον δείξωμεν ὡς ἀλυσιτελὲς ἢ ὡς οὐκ ἐνδεχόμενον, ὡς ἐν τῷ περὶ στεφάνου· ἄνισον πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τοῦτο ἐλύθη πρῶτον ἐκ παραδείγματος, ὅτι καὶ ἐπὶ τῶν προγόνων ἐπράχθη, εἶτα καὶ ἐκ τοῦ ἐναντίου καθʼ ὑπόθεσιν. εἰ δʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, τί ποιεῖν ἂν ἢ τί λέγειν οἴεσθε τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους,

369
καὶ πάλιν προῖών που λέγε πρὸς τὴν ἀντίθεσιν, ἀλλʼ 7 ἄτολμος εἶ καὶ μαλακός, διότι πταῖσμα γέγονε διὰ τὴν ἔξοδον τὴν μετὰ Θηβαίων ἀπὸ τοῦ ἐναντίον λαβών, ,, εἰ [*](513) δὲ νῦν μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν ἐγένετο, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος περιέστη φόβος, τί ἂν εἰ που τῆς Ἀττικῆς ταὐτὸ τοῦτο πάθος ἐγένετο προσδοκῆσαι ἐχρῆν; καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, ὕβρις τὸ πρᾶγμα, ὦ Δημόσθενες, οὐκ ἀσέβεια. ἡ λύσις ἐκ τοῦ ἐναντίου καθʼὑπόθεσιν,ἐγὡ δὲ οἶδα ὅτι εἰ μὴ προὐβαλλόμην αὐτόν, οὑναντίος ἂν εὐθέως ἧκέ μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει.

Γίνεται δὲ λύσις καὶ ἐκ διαφορὰς· οἷον ἐν τῷ πρὸς Λεπτίνην, Λακεδαιμόνιοι, φησί, καὶ Θηβαῖοι οὐδένα τιμῶσι.  τούτου ἐκ διαφορᾶς ἡ λύσις, ὅτι ἀνομοίου πράγματος ἐμνήσθης· Λακεδαιμόνιοι γὰρ καὶ ἡμεῖς καὶ Θηβαῖοι οὔτε νόμοις οὔτε ἔθεσιν οὔτε πολιτείᾳ τῇ αὐτῇ χρώμεθα. καὶ πλέον ἕξει τὸ εἶδος ἐν ταῖς λύσεσι ταῖς πρὸς παράδειγμα.

Γίνεται δὲ καὶ ἐκ τοῦ ὁμοίου ἢ συλλογιστικῶς λύσις, ὡς ἐπʼ ἐκείνου, ὁ νόμος κελεύει τὸν ἐξ ἑταίρας  μὴ λέγειν, ἢ ἴσον τούτου κωλύειν τὸν νόμον τὸν ἐκ πόρνου γεγονότα· ὁμοίως γὰρ καὶ οὗτος ἐπονείδιστος ἐκ γένους καὶ ἐν ἀσελγείᾳ τέθραπται, καὶ ἑξῆς κατὰ αὔξησιν ὅτι μεῖζόν ἐστι.

Καὶ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἰδέα λύσεων οὐκ ἀγεννής, ὅταν λέγωμεν ὅτι κατὰ τοῦτον τὸν λόγον πολλῶν καὶ ἄλλων ἀποστατέον, καὶ εἰς ἀπέραντον προβήσεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐξαπατᾶται,φησίν, ὁ δῆμος, καὶ διὰ τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον [*](514) ἀπαγωγῇ χρησόμενος· ,,τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι[*]((700))

370
7 κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστιν ἐφʼ ὅτῳ τοῦτο οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες ἐψηφίσασθε, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτό τι συμβαίνειν ἀνάγκη. καὶ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· ἀποστατέον, φησί, τῶν γάμων ἡμῖν διὰ τὰ προσόντα λυπηρά· τί οὖν κατὰ τοῦτον τὸν λόγον κωλύσει πολλῶν καὶ ἄλλων ἀποστῆναι τῶν κατὰ τὸν βίον, καὶ πολιτείας καὶ κτήσεως καὶ ἀποδημιῶν, ἐπειδὴ ἔσθʼ ὅτε καὶ ἐν τούτοις λυπηρόν τι συμβαίνει.