Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ἐνίοτε δὲ καὶ δύο ἀντιθέσεις κατὰ ταὐτὸ  συνάπτοντες εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῶ στρατηγῷ, ἔστʼ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπʼ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν διʼ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δʼ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δʼ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπʼ [*](508) αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα,

365
δεύτερον δέ τοῦτο οὐκ ἂν εἴπομεν, εἰ μὴ ᾔδειμεν καὶ 6 αὐτοὶ δύο ἀντιθέσεις τεθεικότες. γίνεται δὲ τοῦτο καὶ συνάπτεται ἀντίθεσις ἀντιθέσει, ὅταν ἢ μίαν ἔχωμεν λύσιν θεῖναι, καὶ ἔστι τοῦτο ἄκρας δυνάμεως δεῖγμα, ἢ ὅταν ἕπωνται ἀλλήλαις αἱ ἀντιθέσεις καὶ συνᾴδωσιν, ὡς μίαν εἶναι δοκεῖν. ὅταν δὲ τοῦτο ποιήσῃς καὶ μέλλῃς διαφόρους πρὸς ἑκατέραν τιθέναι λύσεις, ἐπιμελητέον σοι καὶ τῶν σχημάτων σαφῶν καὶ εὐκρινῶν, ὡς μὴ σύγχυσιν εἶναι, ἀλλὰ τοῦ ἑνὸς εὐκρινῶς ἀποδειχθέντος οὕτως ἐπὶ τὸ ἕτερον μεταβῆναι.

Πολλάκις δὲ καὶ ἐκ  μάχης εἰσάγονταιἀντιθέσεις, ὅταν ἐναντίαι ὦσιν ἀλλήλαις, καὶ ποτὲ μὲν τοίνυν λέγουσιν, ὡς οὐκ ἔπραξαν, ποτὲ δὲ ὡς ἔπραξαν μέν, δικαίως δέ γε.

Λύσεων δὲ καθολικοὶ τρόποι εἰσὶ δύο, κατὰ ἀνατροπὴν 7 καὶ κατὰ μέθοδον καὶ κατὰ ἀνατροπὴν μὲν οὖν, ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ διʼ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ [*]((698)) κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνῆσθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς [*](509) τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα.

Εἰσὶ δὲ τῶν ἀνατροπῶν αἱ μὲν ἁπλαῖ,αἷς ἥδε ἡ μέθοδος εἰσπίπτει, αἱ δὲ ἐκ περιουσίας, ὡς ἐπʼ ἐκείνου· εὐεργέτης

366
7 ὁ Χαρίδημος, οὐκ εὐεργέτης· τοῦτο ἀπλοῦν εἶτα μεθʼ ὑπερβολῆς, οὐ μόνον οὐκ εὐεργέτης, ἀλλὰ καὶ τάδε ἠδίκηκε. γίνεται γὰρ μέθοδος ἢ κατὰ περιτροπήν, ὅταν ἐξ αὐτῆς ἣν ἂν εἴπῃ ὁ ἀντίδικος ἀντιθέσεως περιτρέπῃς αὐτόν, ὡς ἐν τῷ παραπρεσβείας ὀργιεῖται, φησί, Φίλιππος, εἰ καταψηφιεῖσθε τῶν πεποιημένων τὴν εἰρήνην· πρὸς τοῦτο ἀπήντησε τῷ κατὰ περιτροπήν. ,,ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας. ἢ κατὰ σύγκρουσιν, ὃ καὶ αὐτὸ δόξαι ἂν περιτροπῆς εἶναι, ὅταν μὴ λύσιν τιθῶμεν, ἀλλ αὐτὰς τὰς ἀντιθέσεις συγκρούωμεν ὡς ἐναντίας ἀλλήλαις, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· οὔ φημι δίκαιονεἶναι περὶ ἀμφοῖν λέγειν, ὡς οὐ παρὰ τὸν νόμον ἐστὶ τὸ ψήφισμα, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις· εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ τὰς ναῦς ἔξεστι, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτε οὐ πεποίηνται. ἢ κατὰ μείωσιν γίνεταιλύσις, ἐπὰν ἀνελεῖν μὲν μὴ δυνώμεθα πάντη τὸ ὑπὸ τοῦ κατηγόρου λεγόμενον, ἀλλὰ συγχωρήσαντες ἐλαττώσωμεν αὐτό, ὡς ἐν τῷ πρὸς Λεπτίνην [*](510) ,,ἀλλὰ χορηγούς, φησίν, ,,διὰ τοῦ νόμου ἕξομεν· “τοῦτο ἐμείωσεν εἰπών, ὀλίγους εἶναι καὶ πέντε ἢ ἕξ. δεῖ δὲ πιθανῶς ποιεῖσθαι τὰς μειώσεις. ἢ τοὐναντίον κατὰ αὔξησιν, ὅταν ὁ μὲν ἀντίδικος ἐλαττώσῃτὸ πρᾶγμα, σὺ δὲ κατʼ αὔξησιν ἀπαντήσῃς κατὰ πηλικότητα ἢ ποσότητα ἢ ἄλλο τι τῶν αὐξητικῶν ἢ κατὰ ἀντιπαράστασιν, ὅταν μὴ δυνάμενοι ἀνελεῖν τὸ παρὰ τοῦ ἀντιδίκου πάντη ἀντιπαραστήσωμεν αὐτῷ ἕτερον, ἢ καλὸν ἢ κακόν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· χορηγοὺς πολλοὺς ἡμῖν δίδωσιν ὁ νόμος. τοῦτο ἔλυσε πρῶτον μὲν κατὰ μείωσιν, ὡς ἐδείχθη ἐπάνω, εἶτα κατ᾿ ἀντιπαράστασιν ἀτόπου· χορηγοὺς δίδωσιν, ἀλλʼ εἰς αἰσχύνην ἄγει, ἀλλʼ εὐεργετῶν
367
ἀφαιρεῖται. κατὰ δʼ ἀντιπαράστασιν ἀγαθῶν, ὡς ἐν 7 ἐκείνῳ ἀδικεῖς τὰς ναῦς ἐμπρήσας· ἀλλὰ νίκην πεποίηκα,  ἀλλὰ φυγῆς ἀπήλλαξα. ἡ δὲ ἀντιπαράστασις τὰ πολλὰ ἀπὸ τῶν ἐκβάσεων εὑρίσκεται, οἷον εὐπορίαν ποιεῖ τὸ μισθοῦ μυεῖν. ἀλλὰ τοῦτο ἐκβήσεται, ἀδοξία, ὀργὴ παρὰ θεῶν. ἠδίκησας διελὼν τὸ τεῖχος, ἀλλὰ νίκη ἀπέβη.

Γίνεται δὲ ἀντιπαράστασις ἢ ἀφʼ ἑνὸς τῶν τελικῶν κεφαλαίων, ἢ κατʼ ἀντιπαράστασιν τρόπου, ἢ κατʼ ἐνδόξου κρίσιν, ἢ δήμου ἢ νόμου ἢ παραδείγματος ἢ προγονικῆς δόξης ἢ δίκης, καὶ καθόλου κατʼ ἀντιπαράστασιν προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν.παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα,καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· [*](511) ναί φησι κερδαλέα γράφεις, ἀλλʼ αἰσχρά, ἀλλὰ λυπηρά, ἀλλʼ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατʼ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω ἑτέρως χρήματα δεῖ πορίζειν, οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, ἢ βελτίων ἕτερος τρόπος ἐπανορθώσεως καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ [*]((699)) προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου ἢ ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν, πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, ,,καὶ ἐπὶ τῶν

368
7 προγόνων ἐν Σαλαμῖνι διπλασίας μὲν ἡ πόλις τριήρεις παρέσχε τῶν ἄλλων. δεῖ δὲ ἐν ταῖς ἀντιπαραστάσεσι σκοπεῖν ὅπως τῶν ὑπὸ τοῦ ἀντιδίκου εἰρημένων τὰ ὑφʼ ἡμῶν λεγόμενα εὐλογώτερα φαίνηται.