Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. Πρῶτον μὲν οὐν γε, κἂν προσῇ, κἂν μὴ προσῇ
  2. ψόγος γυναιξὶν, αὐτὸ τοῦτ᾿ ἐφέλκεται
  3. κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει,
  4. οὗπερ πόθον παρεῖσ’ ἔμιμνον ἐν δόμοις
  5. εἴσω μελάθρων, κομψὰ θηλειῶν δ’ ἔπη
  6. οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον
  7. αὐτῆς ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοὶ,
  8. τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ’, ὡς καλὸν
  9. καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται,
  10. γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ’ ἥσυχον
  11. παρεῖχον, ᾔδειν δ’, οἷς μ᾿ ἐχρῆν νικᾶν κόρας,
  12. καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι.
  13. Ἀκήρατον δέ μ’ ἐκ Θεοῦ λαβὼν ἀνὴρ
  14. αὖθις τὸ παρθένειον ἅμμ’ ἀκήρατον
  15. τηροῦσαν ἀπέδωκεν· οὐδ’ ἔστιν λόγος,
  16. τὰ πράγματ᾿ αῦτὰ καὶ γὰρ ἀπήλεγξέ με.
  17. Οὕτως δ’ ἔχουσα τῷ Θεῷ μνηστεύομαι,
  18. κἀντεῦθεν Υἱὸν, πῶς ἐρεῖς; ἐγεινάμην,
  19. ὅπως γυνὴ οὔ τις κομπάσει τεκεῖν ποτέ.
ΧΟΡΟΣ.
  1. καλλίστα, πότνα, σεμνότατα παρθένε,