Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἄνανδρον ἠδ’ ἄνυμφον ἴδμεν μητέρα
  2. μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων.
  3. Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη
  4. κατηγόρησε πιστὰ σοῦ θείου τόκου,
  5. Θεὸν τε, φὴς, ἔκλυες ἀγγέλου τεκεῖν,
  6. ἔργα θ’, ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους,
  7. καὶ θάμβος ἐστὶν, εἰ πάθῃ θνητῶν πάθος.
ΘΕΟΤΟΚΟΣ.
  1. Θαυμαστὸν εἶπας, εἰ τόδ’ εὐδοκεῖ Πατὴρ
  2. ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ’ ἔχειν.
  3. Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου,
  4. φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν.
  5. Κἀγὼ διδάξω σ’, ὡς καλῶς ἔχει τόδε·
  6. ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος
  7. ἐμοὶ κατεσκήσωσε καὶ χάριν νέμει.
  8. Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας,
  9. λείμακί τ᾿ ἐντέθεικε φυτῶν ἐργάτην
  10. ἐντεῦθεν εἰς ὄλυμπον ἀνάγειν θέλων,
  11. δράκων δέ νιν ἔσπευσε γυναικὸς πλάνῃ
  12. λειμῶνος ἐκβαλεῖν τε καὶ ῥέψαι πόλου,
  13. ὅδ’ ἀντεμηχανήσατ᾿, οἷα δὴ Θεὸς,