Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον,
  2. ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων.
  3. Μικρὸν δ’ ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο.
ΜΑΓΔΑΛΗΝΗ.
  1. Σφοδρῶς πονεῖν με χρὴ, πονοῦσαν δ’ ἄξιον
  2. μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον
  3. ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν,
  4. ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω.
ΘΕΟΤΟΚΟΣ.
  1. Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς,
  2. σύ τ᾿ εὖ παραινεῖς καὶ σὺ καιρίῳ,. λέγεις,
  3. λέγεις δὲ μισθὸν καὶ χάριν, ὅσην ἔχεις,
  4. προ τῶν λαβοῦσα, καὶ πάλιν λάβοις·
  5. πλὴν οὐν τί μεῖζον τῶνδ’ ἀπαιτήσεις γέρας;
  6. δώσει δ’ ὅμως σοὶ δῶρ’, ἃ καλλιστεύεται
  7. τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγὼ, πολὺ,
  8. μακαρία δ’ ἔπειτα κυρήσασ’ ἔσῃ.
ΜΑΓΔΑΛΗΝΗ.
  1. Ἰδοὺ, τὸ σόν γε προσκοπουμένη δράμω·
  2. πρώτη δ’ ἴδοιμι τὴν ἀνάστασιν, κόρη·
  3. μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε·
  4. ἀθρεῖς γὰρ, ἀθρεῖς τὴν ἐμὴν προθυμίαν.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὅρα, κατ᾿ ὄρφναν μὴ φύλαξιν ἐντύχῃς.