Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω
  2. ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν·
  3. ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’, ὡς ἔχει,
  4. ἥξω πρὸς ὑμᾶς, πρὶν φάος μολεῖν χθόνα·
  5. ἥξω δὲ θᾶττον. Τόνδ’ ὑφίσταμαι πόνον
  6. ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν·
  7. κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα
  8. αὐτὸς παράσχῃ νεκρὸς, οὐ νεκρὸς δ’ ἐμοὶ.
  9. Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.
  10. Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἔως,
  11. ἣν εἴθ᾿ ἴδοιμι τάχιον γε, Παντάναξ·
  12. ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος·
  13. ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω,
  14. αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον·
  15. πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ
  16. ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.
ΧΟΡΟΣ.
  1. Ἄπιθ᾿ ἄπιθι· προδραμοῦσα τί μάθοις,
  2. ἀνδρώαν εἰσφέρουσα τὴν τολμηρίαν;
  3. Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ Κόρῃ
  4. ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων·