Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. Φυλάξομαί τοι καὶ πόδ’ ἡσύχως βαλῶ.
  2. Ἀλλ’ εὐτυχοίην καὶ τύχοιμι δ’, ὧν ἐρᾷς·
  3. ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει,
  4. ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω.
ΘΕΟΤΟΚΟΣ.
  1. Βάθ’ ὡς τάχιστ’, ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ,
  2. εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω.
ΜΑΓΔΑΛΗΝΗ.
  1. Εἴκω κελευσθεῖσ᾿ οὖσα γάρ μοι δεσπότις
  2. οὐκ ἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλὰ πείθομαι.
ΘΕΟΤΟΚΟΣ.
  1. Ἐφέψομαι κἀγὼ δὲ σὺν σοὶ, Μαρία·
  2. ἀλγῶ γὰρ, ἀλγῶ καὶ μένειν σοῦ κατόπιν.
  3. Οὕτω μέλουσα πῶς ποτ’ οἴσω νῦν τλάμων;
ΜΑΓΔΑΛΗΝΗ.
  1. Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα·
  2. σὲ γὰρ ἔχουσα σύνοδον χαίρω μέγα.
  3. Αἵδ᾿ ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο.
  4. Ἔγρεσθ᾿ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε;
  5. γοργωπὸν ἕδραν τῶν βλεφάρων λύσατε.
  6. Οὐ λεύσετ᾿ μηνάδος αἴγλην παμφαῆ;
  7. ἀὼς πέλας, ἀὼς· ὅδ’ ἀστὴρ ἔγγιος,
  8. θέλγει δ’ ἕδραν ὄμματος ἅδιστος γ’ ὕπνος·
  9. ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις