Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Οἱ δ’ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες
  2. κτηθέντες αὐτῷ τοὶ μὲν ἐν χωστοῖς τάφοις,
  3. οἵδ’ ἔν τ᾿ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει
  4. ψυχρὰν ἄησιν δίψιόν τε πῦρ Θεοῦ
  5. μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
  6. οὐδ’ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι,
  7. οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι,
  8. τοὶ δ᾿ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει
  9. πίπτοντες ἐμφανοῦσι πίστιν ἀσφαλῆ,
  10. οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου,
  11. οὓς ἐκτῖσαι δίκαιόν ἐστι τὴν δίκην.
  12. Σὲ δ’ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται,
  13. ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ,
  14. καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει,
  15. σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων.
  16. Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν
  17. καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ,
  18. θεὸν φανέντα, φθιτὸν ἀμείψαντα σε
  19. πάχος βρότειον τ᾿ ἀποβαλόντα φθορᾶς,
  20. ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς.