Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος
  2. ἐθνῶν ἄνακτ᾿ ἔθηκε πανσθένως μέγαν,
  3. ὅτ᾿ ἀμφὶ Βασὰν τήν τ᾿ Ἀμορραίων χθόνα
  4. ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
  5. ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν
  6. παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν
  7. προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις·
  8. ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ’ ὅμως·
  9. θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις
  10. ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας,
  11. Χριστῷ δὲ φῶς ἒν ἡλίου καταρκέσει
  12. ᾄδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν
  13. πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ᾿ ἄλγη βροτῶν·
  14. τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν
  15. εἴσεισιν ᾅδην· πολλὰ δὴ κεῖθεν σκῦλα
  16. ἄρας φανεῖται νερτέρων ἐπίσκοπος
  17. κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν
  18. ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται
  19. ἀρωγὸς, αὐτόριζος ὢν εὐεργέτης,
  20. ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ.