Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- τρισημερεύσας ἐν βυθῷ θεοπρόπος.
- Καὶ ταῦτα μανθάνουσα τέρψιν ἐμφέρω,
- καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος.
- Οὕτως ἄρ’ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον,
- κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι,
- σπεύσαντι θανεῖν κάπικουρῆσαι βροτοῖς.
- Ἀλλ᾿ οὐκ Ἰούδας οὐδ’ ὁ τάλας Πιλάτος
- διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει
- ἔκδικον ὄμμα Πατρός ἀμυντήριον
- πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον.
- Ἔδρας ἔδρασας, μὴ δόκει λεληθέναι,
- Πόντιε, δίκης ὄμμα πανδερκέστατον,
- κἂν χεῖρας ἀπένιζες ὡς ἔξω φόνου,
- ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου,
- ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος,
- δέον δὲ λυγρὸν αὐχέν’ ἐνθεῖναι βρόχοις
- ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας
- ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν·
- εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας, τάλαν,
- στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου,)