Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. εἰ μέν τιν’ ἐξέδωκας ἄλλον εἰς φόνον,
  2. νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν·
  3. νῦν δ’, ὅς σε πολλῶν ἠξίωσε χαρίτων
  4. ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους,
  5. πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ·
  6. καὶ τίσιν οἵαν σ’ οὐχ ὑποστῆναι θέμις;
ΙΩΣΗΦ.
  1. Ἤδη κέκριται παντάδικος ἐνδίκως
  2. μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην·
  3. ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,
  4. βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς
  5. πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι·
  6. κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω.
ΧΟΡΟΣ.
  1. Εὖ γ’, εὖ κέκριται, καὶ κατώρθωται δίκη.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ Τέκνον, ὡς ἄρ’ ἔστι σὸς Πατὴρ μέγας,
  2. ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
  3. Επαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε,
  4. ἄπιστον, ἄθεον, παράνομον, ἄδικον·
  5. κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου
  6. καὶ μὴ θέλοντ᾿ ἀπιστρέφειν πονηρίας
  7. οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ.