Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις·
  2. τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι;
  3. Τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν,
  4. οὓς πάντας αὐτὸς ὡς σκυλεύματ’ ἐξάγοις
  5. οὓς οὓς καθεῖρξεν, οὓς συνήρπασε
  6. κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
  7. Μυστηρίων δὲ τῶνδ’ ἀπορρήτων φανὰς
  8. ἔδειξε πατὴρ παῖδ’ ἀποσφάξας μόνον,
  9. ἔφη τε μύστης αὐτανέψιος σέθεν.
  10. μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων,
  11. ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ,
  12. σεμνὸν πολίτην κἀπὶ πλείστων ἄνδρ’ ἕνα
  13. φανέντα φοῖβον, γυμνὸν, ἄσιτον, μόνον,
  14. τροφῇ δ’ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος,
  15. ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος,
  16. μόνοις δ’ ἀποτρόπαιον, οἷς πέμφιξ χλιδὴ,
  17. αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον,
  18. ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία,
  19. ῥείθροισιν ὠκὺς ἔνθ’ Ἰορδάνης ῥέει,
  20. ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας