Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν δημιουργὸν καὶ κριτὴν καὶ δίκαιον, ἕτερον δὲ τὸν ἀγαρὸν ὡσαύτως καὶ ἕτερον τὸν πονηρόν, βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα κατὰ τὴν αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφπῆς, φημὶ δὲ τῷ »μάταιος ὁ δουλεύων κυρίῳ« καὶ τῷ εἰρημένῳ »ἀντέστησαν θεῷ καὶ ἐσώθησαν«.

τέλεον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον καὶ ἁγνείαν ἀσκεῖ, οὑ δἰ ἁγνείαν ἀλλ᾿ἴνα ἀθετήσῃ τὰ ἔργα τοῦ δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι γάμῳ – »ἀφ᾿οὗ γάμος, εὐθηνία« φησί »διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται« – πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ κτιστοῦ διᾶ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας.

φωραθή- [*](4ff vgl. Hippolyt refut. VII 11; S. 190,16 Wendland Δουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθρίασεν ὁμοίως τὸν θεὸν βλασφημῆσαι, ähnlich VII 37,2; S. 223,18 Ps. Tertullian adv. omn. haer. 6 extitit post hunc Lucanus quidam nomine, Marcionis sectator atque discipulus. et hic per eadem nadens blaspheminae genera eadem docet, quae Marcion et Cerdon docuerant Filastrius haer. 46; S. 24,16 Marx Lucanus quidam post istum similia Marcioni statuens ac decernens, ut ille doctor ipsius Marcion — 15 Mal. 3, 14 - 16 Mal. 3, 15 - 17 Vgl. über Marcion selbst Tertullian adv. Marc. I 29 non tingitur apud illum caro, nisi uirgo nisi vidua nisi caelebs nisi diuortio baptisam mercata Hippolyt refut. VII 30, 3; S. 216,5 Wendland κωλύεις γαμεῖν, τεκνοῦν; vgl. zu S. 97, 8f) [*](V M.) [*](1 [καὶ]?* 2 κατ᾿αὐτὸν Μ 3 λέξο||| μεν, ο aus ω V corr 8 * etwa <περιέχει,μόνον τῇ καινῇ διαθήκῃ. οὐκ οἶδα δέ, εἰ καὶ τὸ εὐαγγέλιον ὁμοίως τῷ Μαρκίωνι ῥᾳδιουργεῖ>*, Vgl. S. 188,3f 9 δυσχερὴς *]δυσχερὲς V M 10 εἰπεῖν*] ἰδεὶν V M 11 ἔγνωμεν τῶν αὐτοῦ am zeilenende nachgetragen V corr 14 κατὰ2]εἰς?* 15f τῷ . . . τῷ εἰρημένῳ*]τὸ . . . τὸ εἰρημένον V M 190-21 διδάσκων μὴ-γίνεται am Rande nachgetragen V corr 20 μάμος*] γάμου V M)

188
σεται δὲ ὁ τοιοῦτος καὶ διελεγχθήσεται ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπήν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνάδει τὸ εὐαγγέλιον τῇ

παλαιᾷ διαθήκῃ, καὶ ὡς αὐτὸς ὁ κύριος ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εῖναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓνὃ γέγονε« καὶ τὰ ἑξῆς.

2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. εἰ γὰρ καὶ βούλοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ δημιουργῷ συμπράζειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὑχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος;

ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ διημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων [καὶ] τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων΄μέτεισιν ὁ μόης κξαὶ ὀ ἀγύρτης καὶ ἄλλως οὑ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι.

θεὸς γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοῦς πονηροῦς κ αὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἤλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει,

οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ᾿αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμων καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ, ἵν᾿οἱ μετανοήσαντες τῆς παρ᾿αὐτοῦ ἀμηνστίας τυχόντες τὸ σωτήριον | κτήσοιντο.