Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ εἶναι ταύτην τὴν ὑπ᾿ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.

[*](17 vgl. Luk. 12, 50 — 21 Matth. 20, 20)[*](V M lat.)[*](1f † τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα] incomprehensibilium et invisibilium mater lat.; altes Verderbnis, lies <ἐκ> τῆς ἀκρατήτου καὶ ἀοράτου Μητρὸς 2 vor οὐχ ἁπλῶς wohl ausgefallen <διὸ> * 3 ἕνα Ausgg.] ἕν V M umisquisque 5 μὲν < lat. 6 ἀπόθεσιν] destructionem lat. | ὑποβέβληται] remissa est 8 προσήκοντι] aptiorilat. 9 εἰληφό///σιν, ο aus ω Vcorr εἰληφῶσιν Μ 10f ἀδύνατον + nobis lat. 11 <εἶναι> *] esse lat. | ἡ hineingeflickt Vcorr 11f τὸ βάθος τοῦ βυθοῦ Ausgg.] εἰς τὸ βάθου V εἰς τὸ βάθος Μ in profundum Bythi lat. 12 μὲν γὰρ] et . . quidem lat. 13 ἀφέσεως] in remisslonem lat. | <εἶναι> Ausgg.] esse lat. | ἀπολύτρωσιν + esse lat. 13f κατελθόντος *] Χριστοῦ κατελθόντος V M 14 Χριστοῦ] Spiritus lat. 15 ὑπὸ aus ἀπὸ Vcorr 16 Χριστοῦ] Χριστοῦ] eins qui in eo est Christi lat. 17 καὶ2 < 19 τὸ καθίσαι] ut sedere faceret lat.)
36

20. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ᾿ ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ᾿ αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν·

οἱ δὲ ἄγουσιν ἐφ᾿ ὕδωρ καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν »εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα > πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων«.

ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτς· βασεμὰ χαμοσσὴ βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ᾿ ἡ ἑρμηνεία ἐστὶ τοιαύτη· ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι * φῶς ὀνομαζόμενον καὶ πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας.

ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν * ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ πνεύματος ἁγίου, εἰς λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως·

Μεσσία οὐφαρέγνα μεμψαι μὲν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας.