Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐν τούτοις <γάρ> διαρρήδην φασὶ δεδειχέναι αὐτόν, ὡς τὸν ὑπ᾿ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδὲ ἑνὸς πώποτε ἐγνωκότος, καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτιστοῦ ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου, καὶ ταῦτα τὸν κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι πατρός, ὃν αὐτοὶ καταγγέλλουσι.

19. Τὴν δὲ τῆς ἀπολυτρώσεως <παρ᾿> αὐτοῖς παράδοσιν συμβέβηκεν [*](3f Agraphon, vgl. Resch Agrapha2 S. 179 — 7 Luk. 19, 42 — 9 Matth. 11, 28f — 13 Matth. 11, 25—27) [*](V M lat.) [*](2 ἀντεπερωτήσει + sua lat. | ἀπορρῆσαι, ein ρ getilgt V corr 3 <μὴ> Ausgg.] non lat. | vor δεδειχέναι + non lat. 4 vor τῶν λόγων + ex lat. 5 εἶναι zu δεῖν verändert V corr δεῖν Μ | »ἕνα«*] ἑνὸς VM unum lat. 8 <ἀπὸ> Ausgg.] α lat. | διὰ τοῦ ἐκρύβη ῥήματος] per eum sermonem qui est absconditus lat. 10 καὶ < lat. 11 φησί aus φασί V corr φησί Μ 12 <ἀπόδειξιν> Ausgg.] ostensionem lat. 13 φέρουσιν] afferunt lat. | ἐξομολογοῦμαι *] ἐξομολογήσομαι VM confiteor lat. | πݲεݲρݲ ε auf Rasur V corr 13f τῶν οὐρανῶν καὶ τῆς γῆς] terrae et coelorum lat. 14 τῆς < Μ 15 [μοι] Ausgg.] < lat. 16 μου < lat. 17 ἀποκαλύψει, h h V corr ἀποκαλύψει M 18 <γὰρ> Dind.] enim lat. 18f τὸν ὑπ᾿ αὐτῶν παρεξευρημένον < lat. 19 μηδενὸς V | πώποτε < lat. 20 vor ἐγνωκότος + manifeste lat. 21 καὶ] et lat.; (entweder zu streichen oder) mit auch zu übersetzen 23 <παρ᾿> αὐτοῖς *] ipsorum lat.)

35
ἀόρατον εἶναι καὶ ἀκατάληπτον, ἅτε † τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα ὑπάρχουσαν καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁΠλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. ὅσοι γὰρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοί, τοσαῦται καὶ ἀπολυτρώσεις.

καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἲδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσηκοντι τοπῳ.

Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἲναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰ;ρ ἀδύνατον > ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοὺ κατάγουσα κατ’ αὐτούς.

τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως <εἶναι> ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ Χριστοῦ εἰς τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται, καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν υπὸ Χριστοῦ κεκομίσθαι εἰς τελείωσιν.

καὶ τοῦτ᾿ εἶναι περὶ οὗ λέγει »καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό«. ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆν μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ’ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν, εἰπόντα »δύνασθε τὸ βάΠτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι;«