Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γράψον«, φησίν, »ἐν αὐτῷ γραφίδι ἀνθρώπου«, καὶ οὐκ εἶπεν· γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου, οὐδὲ εἶπεν· γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίω. εἰ γὰρ εἶπε· γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρεν καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός.

τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν πλείω ἐλάσσω ἔλεγε »γράψον«, ἴνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσιν ἡ ἀλήθεια, ὅτι οὐδεὶς ἠδύνατο πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν σπεῖραι τὸν μέλλοντα γεννᾶσθαι.

ἀρα οὐν μάτην λέγει τῷ προφήτῃ »γράψον«; οὐχί, ἀλλὰ ἴνα δείξῃ τὸ πνεῦμα τὸ ἄγιον τὸ ἐν τῷ προφήτῃ, αὐτὸ ἐνεργητικὸν γινόμενον τῆς συλλήψεως τῆς ἐνσάρκου Χριστοῦ παρουσίας ἐν ἀληθείᾳ· πνεῦμα γὰρ ἅγιον ἐπελεύσεται ἐπὶ σέ‘ φησὶν ὁ ἄγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τὰ ἑξῆς.

τὸ δέ »γραφίδι ἀνθρώπου« τουτέστιν εἰκόνι ἀνθρώπου· »ἄνθρωπος γὰρ Χριστὸς Ἰησοῦς, μεσίτης δὲ θεοῦ καὶ ἀνθρώπων«, ἐπειδὴ ἄνωθεν ἦλθεν θεὸς Λόγος, ἐκ Μαρίας δὲ ἄνθρωπος, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς γεγεννημένος.

καὶ διὰ τοῦτο εὐθύς φησιν ὁ προφήτης »καὶ εἰσῆλθεν πρὸς τὴν προφῆτιν«, ἴνα δείξῃ προφῆτιν τὴν Μαρίαν, καὶ οὐχὶ τὴν γυναῖκα Ἄχαζ, ὥς τινες πλανῶνται φάσκοντες διὰ τὸν Ἐζεκίαν εἰρῆσθαι.

ἤδη γὰρ ὁ Ἐζεκίας ενδεκα ἴτη εἶχεν γε- [*](7 Jes. 8, 1 — 12 die Zalil ruht auf der Chronik des Eusebius: 2015 (= die Jahre zwischen Abraham u. Christus, vgl. Eusebius-Hieronymus Chronik S. 169, 14f Helm) weniger 753 ergibt als Rest 1262 = Ol. 6, 3 (6, 2 Hieron.) = 3. Jahr des Ahas. Dazu stimmen die 11 Jahre in Ζ. 26, wenn Hiskia bei der Thronbesteigung 25 ährig war — 18 Luk. 1, 35 — 21 I Tim. 2, 5 — 23ff vgl. haer. 78, 16, 4 — 24 Jes. 8, 3 — 25 vgl. Eusebius ecl. proph. IV 4; Migne 22, 1204C τινὸς τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μέμνημαι, ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου (ebenso Hieronymus zu Jes. 7, 14; Migne 24, 109 B) V M) [*](1 〈μεγάλου〉 * 4 vor γῆ ein ἡ getilgt Vcorr | οὐκ ἠδύναντο V 8 καὶ hineingeflickt Vcorr | γράψει ἐν] γράψειεν Μ | τις < M 12 χιλίων vor ausradiert Vcorr χιλίων ἑπτακοσίων M, vgl. Ζ. 14f 13 πλείω + ἢ V 14 πᾶσα V 16 ἀλλ’ M 17 γενόμενον V 19 ἐπὶ σὲ < U 21 γὰρ δὲ V M 24 εἰσῆλθον Μ; über den Sinn der Lesart εἰσῆλθεν vgl. S. 377,ff u. haer. 78, 16, 4 25 Μαριὰμ V | Ἀχαὰζ, erstes α getilgt Vcorr)

377
γεννημένος. τῷ γὰρ τρίτῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ βασιλείας τὸ ῥῆμα ἐπροφητεύετο ὅτι »ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει«. καὶ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄχαζ, βασιλεύσαντα δεκατέσσαρα ἔτη καὶ τελευτήσαντα, εὐθύς φησιν ἡ γραφή »καὶ ἐβασίλευσεν Ἐζεκίας, καὶ ἦν εἴκοισ 〈πέντε〉 ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν«.