Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πῶς οὐν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτοῦ, τεσσαρεσκαίδεκα ἔτη αὐτοῦ βασιλεύσαντος, προφητευομένου τοῦ ἐκ παρθένου γεννωμένου Ἐμμανουὴλ Ἐζεκίας γεννηθήσεται, ὁ εἴκοσι ἐτῶν βασιλεύσας μετὰ τὸν αὐτοῦ πατέρα, καὶ οὐχὶ μᾶλλον φανήσεται τοῖς συνετοῖς ὅτι ἤδη ὑπῆρχεν γεννηθείς, ὅτε ὁ προφήτης προεφήτευσε τὸ ῥῆμα ἐπὶ τῆς τοῦ Ἄχαζ πατρὸς τοῦ Ἐζεκίου βασιλείας;

μάλιστα οὐδὲ προφήτιδος οὔσης τῆς τοῦ Ἄχαζ γυναικός, ὡς παντί τῳ δῆλόν ἐστιν. Μαρια δὲ ἔστιν, ἡ εἰποῦσα καὶ προφητεύουσα »ὅτι ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ τῆς γῆς«· πρὸς ἣν εἰσῆλθε Γαβριὴλ καὶ εὐηγγελίσατο ὡς τὸ πνεῦμα ἐλεύσεται ἐπ αὐτὴν τὸ ἐν Ἠσαίᾳ λαλῆσαν καὶ γεννήσει υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ πνεύματος ἁγίου καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ὡς οὗτοι ἀφραίνοντες καὶ σφαλλόμενοι βλασφημοῦσιν.

32. Ἐλήλεγκται δὲ τοῦ ματαιόφρονος καὶ ὁ σαββατισμὸς καὶ ἡ περιτομὴ καὶ οἱ καθ᾿ ἡμέραν βαπτισμοὶ ὑπ’ αὐτοῦ γινόμενοι· ἐν γὰρ σαββάτῳ φιλοτιμεῖται τὰ πλεῖστα θεραπεύειν Ἰησοῦς. καὶ οὐ μόνον ὅτι θεραπεύει, ἀλλὰ καὶ κατὰ δύο τρόπους ἰᾶται.

παραγγέλλει γὰρ τοῖς ἰατρευθεῖσιν ἐν τῷ σαββάτῳ αἴρειν τὸν κράββατον καὶ βαδίζειν, ἀλλὰ καὶ ἐν σαββάτῳ πηλὸν φυράσας ἐπέθηκεν τοῖς τοῦ τυφλοῦ ὀφθαλμοῖς·

ἔργον δὲ ἐστι πηλὸν φυρᾶσαι. ὅθεν γνόντες οἱ ἀπόστολοι ὅτι λέλυται τὸ σάββατον ἀπὸ τῆς αὐτοῦ ἅμα αὐτοῖς συνδιατριβῆς καὶ διδασκαλίας, τίλλουσι στάχυας σαββάτῳ καὶ ψώχουσι καὶ ἐσθίουσιν.

ἦν δὲ σάββατον δευτερόπρωτον, ὡς ἔχει τὸ εὐαγγέλιον. σάββατα [*](1 τρίτῳ] Eusebius (ecl. propli. IV 4; Migne 22, 1204 C) u. Hieronymus (zu Jes. 7, 14; Migne 24, 109 C) setzen den ühest öglichen Fall: das 1. Jahr des Ahas — 2 Jes. 7, 14 — 3 vgl. II ón. 16, 2 ἑκκαίδεκα ἔτη); die 14 Jahre des Epiph. sind vom Zeitpunkt der Weissagung an gerechnet — 4f vgl. II ön. 18, 2 II Chron. 29, 1 — 12 vgl. Eusebius ecl. proph. IV 5; Migne 22, 1205 C διὸ καὶ προφῆτις οὐκ ἀπει- κότως καὶ αὐτὴ (Maria) ἂν λεχθείη, ebenso Hieronymus zu Jes. 8, 1 — 4; Migne 24, 115 A/B — 13 Luk. 1, 48 — 22 vgl. Joh. 5,8 — 23 vgl. Joh. 9,6 — 26 vgl. Luk. 61 V M —S. 3 7 8, 23 in lat. Übersetzung bei Corderius Catenain Lucamp.175 (=cat.)) [*](1 τρίτῳ ül.] ἐνάτω V ἐννάτω M 2 προφητεύετο, ε obenhinein Veorr ἐπροφητεύετο M 3 βασιλεύσαντα + * 4 〈πέντε〉 ül. 9 < M 10 τῶ ῥήματι M | ἐπὶ < Μ | Ἀχαὰζ, α getilgt Vcorr | vor τοῦ Ἐζεκίου + τῆς 11 Ἀχ///ὰζ, α getilgt Vcorr 12 τῳ] τὸ M | ἡ < M | καὶ προφητεύουσα < 14 εἰσελεύσεται, εἰς getilgt Vcorr 22 κράβατον V 26 ψώχουσιν, ω aus υ Vcorr)

378
γὰρ διάφορα ὥριζεν ὁ νόμος, τὸ μὲν κατὰ ἑβδομάδα ἀνακυκλούμενον φύσει σάββατον, τὸ δὲ διὸ τὰς ὑποπιπτούσας τῆς κατὰ σελήνην νεομηνίας καὶ τὰς καθεξῆς ἑορτάς, οἷον ἠμέρας σκηνοπηγίας καὶ ἡμέρας Πάσχων, ὅτε τὸ πρόβατον θύουσι καὶ ἄζυμα λοιπὸν ἐσθίουσιν· ἔτι δὲ ὅτε τὴν μίαν νηστείαν νηστεύουσι τοῦ ἔτους, τὴν λεγομένην μεγάλην, καὶ τὴν ἄλλην, ἣν λέγουσι μικράν.