Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαίας ὁ προφήτης, μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει λάβε σεαυτῷ τόμον χάρτου«, τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει »ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς«· βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν.

διὰ τοῦτο ὁ Δαυὶδ λέγει »τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου«, τουτέστιν σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί με.

31. ὁ δὲ Ἑβραῖος θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. τὸ ἀκατέργαστον γὰρ γολμὶ ἐκάλεσεν, ὅπερ ἑρμηνεύεται χόνδρος ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθέν, ἀλλ’ | ὡς ἀπὸ κόκκου σίτου 157 τμηθὲν χονδρ<ί>ον ἢ χονδρίτης ἢ λεπτὴ ψηφίς, ἥτις ἐκ γίνεται.

οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε καί φησιν, εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, »τὸ ἀκατέργαστον« τουτέστιν τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ ἢ πρὸ κοιλίας »εἶδον οἱ ὀφθαλμοί σου« »οὖδεν γὰρ πάντα ὁ θεὸς πρὶν γενέσθαι«, ὡς γέγραπται)· πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη.

καὶ οὐκ εἶπεν λάβε σεαυτῷ βιβλίον« ἢ »λάβε σεαυτῷ χάρτην‘, ἀλλὰ τόμον‘ παρὰ τὸ ἰδιάζον τῆς τῶν ἀνθρώπων συνηθείας, »χάρτου« διὰ τὸ γραφικὸν τῆς μήτρας [*](2 Jes. 8, 1 — 9 Gen. 49, 9 — 11 Jes. 8, 1 — 14 Psal. 138, 16 — 16 Psal. 138, 16 — 27 Sus. V 42 V Μ) [*](5 vor τμηθῆναι oben übre τὸ Vcorr τετμηθῆναι M 10 καὶ οὐκ — ἀνέβης < M 13 οἱ < V 18 ἑβραϊκὸς aus ἑβραῖος Vcorr 19 γολμὴ M δηλοῖ δὲ M 22 χονδρ<ί>ον * | ἐκ oben hinein Veorr < M 27 πλὴν] πρὶν V 28 ἡ < M 29 διὰ aus παρὰ hergestellt V 30 τὴν . . . συνήθειαν aus τῆς . . . συνηθείας Vcorr)

376
»καινοῦ« διὰ τὸ καινὸν τῆς παρθένου | καὶ ἄχραντον,

<«μεγάλου«> μεγάλη γὰρ ὡς Μῶς Μαριὰμ ἡ ἁγία παρθένος ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. πῶς γὰρ οὐκ ἂν εἴποιμεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; αὐτὸς δὲ ἀχώρητον, ὢν κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη, βουλόμενος καὶ οὐ κατὰ ἀνάγκην. διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα, καινὸς ὅτι παρθένος.