Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅτε γὰρ ὑποπίπτουσιν αὑται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ σαββάτων ἢ ἐν τρίτῃ ἢ ἐν τετράδι, σάββατον καὶ αὐτὸ αὐτοῖς ὁρίζεται.

διὸ μετὰ τὴν τῶν ἀζύμων γενομένην ἡμέραν καὶ ὁρισθεῖσαν ἡμέραν σαββάτου, τῷ σαββάτῳ φύσει τῷ μετὰ τὴν ἡμέρα τῶν ἀζύμων εἰς σάββατον λελογισμένην, εὑρέθησαν διαβαίνοντες διὰ τῶν σπορίμων καὶ ἔτιλλον στάχυας καὶ ἔψωχον καὶ ἤσθιον,

δεικνύντες ὅτι λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου σαββάτου τουτέστιν Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ τύπος ἠν ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προφητείαν ἐπέθετο αὐτῷ ὄνομα Νῶε, λέγων ὅτι »οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἤτοι σκληρῶν ἔργων ἡμῶν‘.

ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν προφητείαν, τὸν Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ Νῶς γὰε ἀνάπαυσις ἑρμηνεύεται) καὶ Σεβέθ, ὅπερ ἀνάπαυσις καὶ σάββατον ἐρμηνεύεται·

ὅ ἐστιν Χριστός, ἐν ᾡ ἀναπέπαυται ὁ πατὴρ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, καὶ πάντες ἄνθρωποι ἅγιοι ἐν αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. οὗτός ἐστι τὸ μέγα σάββατον καὶ ἀίδιον, οὑ τύπος ἦν τὸ μικρὸν καὶ πρόσκαιρον σάββατον, ἐξυπηρετούμενον ἄχρι τῆς αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ᾿ αὐτοῦ κατὰ τὸν νόμον καὶ ἐν αὐτῷ Μὲν καὶ πληρωθὲν ἐν τῷ εὐαγγελίῳ· οὕτως γὰε εἶπεν ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου«.

ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ σάββατον, ἐπειδὴ καὶ οἱ πρὸ αὐτῶν ἱερεῖς ἔλυον ἐν τῷ ναῷ τὸ σάββατον θύοντες καὶ θεῷ [*](5 vgl. haer. 12, 2; S. 205, 10 — 8ff vgl. Luk. 6, 1 — 16 Gen. 5, 29 — 19f Theophilus ad Aut. III 19; S. 232 Otto — 23 vgl. haer. 8, 6, 8; S. 192, 20ff — 27 Matth. 12, 8 — 29 vgl. Matth. 12, 5 V M cat. (bis Ζ. 25)) [*](5f τὴν λεγομένην — μικράν nachgetragen Vcorr < M 6f ἐμπίπτουσιν ὑποπίπτουσιν Vcorr 14 ἡμᾶς < M 15 ἑο///ρακὼς, ο aus ω Vcorr 17 ἁμαρτιῶν + ἡμῶν nachgetragen Vcorr < M 18 ἀλλ’ M | προεφήτευσεν, oben über Vcorr ἐπροφήτευσεν M; vgl. S. 377, 10 19 τὸν Pet.] τῶ V M 19f νῶε γάρ — ἐρμηνεύεται am Rande nachgetragen Vcorr < M 21 ὃ < 23f καὶ ἀίδιον am Rande nachgetragen Vcorr < Μ 24 καὶ πρόσκαιρον Rande nachgetragen Vcorr <)

379
θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ θυσία ἡ ἐνδελεχὴς καὶ καθ’ ἡμέραν προσφερομένη. οὐ μόνον δὲ αὐτοὶ Προεφήτευον οἱ ἱερεῖς λυθήσεσθαι τὸ σάββατον διὰ τοῦ μὴ ἀργεῖν, ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ ἔλυε τὸ σάββατον. γεννωμένου γὰρ παιδὸς πολλάκις ἐν σαββάτῳ [*](P160) ἀναίρεσις σαββάτου καὶ περιτομῆς ἐγίνετο· οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο. δείκνυται γὰρ ὅτι οἱ Περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν σαββάτῳ, ἐὰν θελήσωσιν ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν έν σαββάτῳ καὶ περιτέμνοντες ἔργον εἰργάσαντο καὶ τὸ σάββατον ἔλυσαν·