Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

89. Ταῦτα δὲ εἰς παράστασιν τῆς άληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες όλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἔτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν αὐτῶν ζωὴν άπολέσαι μὴ πειρωμένους βουλόμενοι.

γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠρελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾖπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον »ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι« καὶ τὰ ἑξῆς.

ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί. ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσθοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν ἀναστάσεως·

καὶ οὓτως ό κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὃτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ

γῇ ἐγερθήσεται. δύο δύο σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι᾿ ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων. ἳνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι οὐ γάρ εἰσιν όλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως) συντόμως ἐρῶ τοῦτο·

[*](13 II Kor. 4, 7 — 20 f vgl. I Kor. 15, 42 L J Sa Pa)[*](2 τῇ . . τιμωρίᾳ Sa Pa 2f τῇ . . . μισθαποδοσίᾳ Sa Pa 3 † θεοσεβείας] θεοπτίας? * 5 τῆς1 < Sa Pa 6 ἀντὶ] ἀπὸ Sa Pa 7 ἀντὶ + τοῦ Sa Pa c | πίπτοντος + ὑπ᾿ αὐτοῦ Sa Pa 8 προστιθέαμεν Sa Pa | βουλομένους < Sa Pa 9 αὐτῶν *] αὐτὴν LJ Sa Pa 9f ήμᾶς γὰρ Sa Pa 10 οὐδαμινοὺς J | καὶ ἑαυτοὺς < LJ 12 παντὸς < Sa Pa 14 σώμασι J 15 ἁγνεύομεν οἱ ταπεινοὶ] ἁγνευόμενοι L J | ποιεῖν ἐπιποθοῦμεν L 16 προσδοκωμένων ἀπόληψιν] ἐλπιζομένων ἀπόλαυσιν J 17 κανὼν] κάμνων LJ 18 vor θεοῖ ἀγάπης + καὶ Sa Pa; lies διὰ? * | καὶ μαρτυρίου*] μαρτυρίου καὶ Sa Pa μαρτυρίῳ καὶ LJ 10 ἀπὸ ἀνθρώπων Sa Pa 21 ἐνεργηθήσεται J | δύο] zum Sinn vgl. S. 119, 7 ff | μαρτυρίας liinter σαφεῖς Sa Pa | δέδωκαν Sa Pa 24 ἵν’ J | μὴ οὖν Sa Pa 25 οὐ] οὐδὲ Sa Pa | ὀλίγα Sa Pa)
111