Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

90. ὂτι εἰ ἄλλο ἦν τὸ ἐγειρόμενον, καθαπερ τινὲς φασκουσιν, οὐκ ἂν ό ἀπόστολος διεβεβαιοπυτο λέγων »δεὶ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν«.

ἐπειδὴ δὲ δεῖ καὶ περὶ ἁγίων, τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαὶ τε καὶ ἀλλοιοῦσθαι ἐν μετὰ μετὰ τὴν ἀνάστασιν καθάπερ λέγει »ἐγείρεται ἐν δόξῃ«), ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή »ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ᾿ δὶ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ό θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε«., τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν·

ἳνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι᾿ ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὸ καὶ »ἐν Παύλῳ λαλήσας« περὶ άναστάσεως· »ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ«, φησί, μόνος μένει·

ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει«. ἄρα γοῦν ὸ ἀπόστολος κόκκον ἔφησε καὶ ό σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δί ἑαυτοῦ ἀπέδειξε. τί οὐν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα σουτέστιν ὸ κόκκος άνέτη; ἢ ἓτερον ήν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριήμερον ἀναστὰν ἐκ τοῦ μνημείου;

ὡς οἱ ἄγγελοι λέγουσιν· »άνέστη, οὐκ ἔστιν ὼδε« καὶ ὣς φησι τῇ Μαρίᾳ »μή μου ἅπτου· ἃπτου· γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου« καὶ ὡς δείκνυσι τὰς χεῖρας καὶ τὴν πλευρὰν τῷ Θωμᾷ λέγων »μὴ γίνου ἄπιστος ἀλλὰ πιστός«.