Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης μορφὴν δούλου λαβών«, καὶ Μαρία μὲν ἀνιμπαται τὸν Λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ Λόγος, προσλαμβανόμενος θνητοῦ φύσιν.

οὗτος ἠν ἐξ αὐτῆς ἀνιμώσης ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ· καθὼς Ἐλισάβετ ἔλεγεν »εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου«, ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὣν ὁ Λόγος·

οὗτος ὁ ἄρτος ὁ ζῶν. ὁ καταβὰς ἐξ οὐρανοῦ‘ καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος ἡ ἀληθινὴ ἄμπελος‘, ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν·

οὗτος τὸ ὕδωρ τὸ ζῶν, <ὁ> διφῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἐστὶν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον‘. ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ [*](1 Deut. 32, 2 — 1 f Psal. 71, 6 — 7 vgl. Luk. 1, 18. 34 — 8 Luk. 1, 35 — 11 Phil. 2, 7 — 16 Luk. 1, 42 — 18 Job. G, 51 — 19 f vgl. Exod. 30, ff — 20 Job. 15, 1 — –23 Job. 4, 10. 13. 14 L J pan.) [*](1 καὶ ὁ Δαυίδ] ἢ pan. 2 ὑετὸς] δρόσος pan. | καὶ ὡς — γῆν hinter ἀπόφεγμά μου Ζ. 1) L J pan. | ἡ σταγὼν ἡ στάζουσα L J | ἐπὶ τῆς γῆς pan. 3 ἔριν J 4 ἐλπίδος γεωργῶν hinter καρπὸν Wilamowitz vgl. Ζ. 14 f ] ἐλπίδος γεωργὸν vor τὸν ὑετὸν pan. x003C; L J | τῷ δέχεσθαι x003C; L J 5 τοῦ (vor δεσπότου) x003C; pan. | τῷ] τὸ L J | τε *] δὲ L J pan. 6 > *] ἔχει L J pan. 7 ὅτε *] zovzo LJpan. | τοῦτο x003C; pan. 10 δὲ] καὶ L 12 ἀνιμᾶτο L 13 ὑποδείκνυσιν LJ | ὁ τοῦ θεοῦ Λόγος x003C; L | προσλαβόμενος L J 14 οὖτος ἦν] οὕτως ἀυν L J | ποκὰς pan. 15 ἁγίοις ἐν προσδοκίᾳ pan.] ἡ τῶν ἁγίων προδοκία LJ 11 ὃν L] ἓν 3 d pan. 18 ὁ (vor ἄρτος) x003C;L J 20 ὃ *] ὃν LJpan. 21 vor χαρᾶς + τῆς L 22 <ὁ>*)

81
γεωργοὶ ἐξήραναν καὶ ἔξθειραν διὰ ἀπιστίαν.

αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. »οσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, οὑτοι« ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ καλοῦνται. καλοῦνται.

τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ λαβεῖν τε πνεῦμα ἀγειον ὃ οὐκ εἴχομεν προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι·

δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. »εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος έν ἡμῖν( ἀλλ', οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ.