Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

δικαιοσύνη [*](2 Rom. 9, 31 — 2 f Rom. 3, 27 — 3 Rom. S, 2 — Rom. 7, 25 — 4 Rom. 7, 22 — 5 vgl. IKor. 3, 16 — 6 f II Kor. 5, 15 — 7 f vgl. Psal. 104, Sf — –10 II Kor. 5, 19 — –12 Kol. 1, 19 f — –15 Ephes. 1, 10 — 15 vgl. Rom. 3, 26 –20 Ephes. 2, 16. 14. 15 — 20 f Ephes. 3, 6 — –23 Matth. 11, 28 — 23 Rom. 8, 3 — 24 Rom. 8, 3 — 25 vgl. Gal. 4, 5 — 26 I Kor. 1, 30 L J pan.) [*](1 > ἢ 003C;L J 2 νόμος πίσεως x003C;L J 3 σαρκὸς] ζωῆς L J 4 συνήδομαι τῷ νόμῳ pan.] συνείδομεν τὸν νόμον L J | τοῦ (vor θεοῦ) x003C; L 5 ὑμῖν L | αὐτὸς γὰρ] ἀλλ αὐτὸς pan. 8 ὅρκου pan.] οἴκου L J 12 τοῦ σταυροῦ pan.] ἐν τῷ σταυρῷ LJ | παραγέγονε pan. 14 τὰ 2 + τε pan. 15 δὲ] γὰρ ? * 20 τε] δὲ pan. 22 πρός με x003C; L J 23 ἐν ᾡ x003C; J 24 vor σωτὴρ + ὁ pan.)

79
μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι' ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἶμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς, »μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν‘ πληρῶν καιροῖς τοῖς ὡρισμένοις.

ὁ αὐτὸς »μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ σύνασθα καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα«, »ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς«.

66. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος, ὁ Χριστὸς μεσιτεύων »καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίας«, ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γάρ, θεὸς καὶ ἄνθρωπος, μεσίτης θεοῦ καὶ ἀνθρώπων‘ , ἀληθινὸς »οἰκος θεοῦ«, »ἱεράτευμα ἅγιον‘, ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ· ὅτι »ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν« καὶ »εἴδομεν τὴν δόξαν αὐτοῦ ὡς δόξαν μονογενοῦς παρὰ πατρός«.

ὁ ὑετὸς δύνδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ' ὁμοιότητα ἕκαστον, καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δὲ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν.

οὕτως οἶμαι ὁ Λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο κατὰ τὴν ἐπαγγελίαν. »εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς«. ὡς δὲ Μωυσῆς ἔφη [*](1f vgl. Joh. 1, 5 — 5 Kol. 1, 26 — –8 Phil. 3, 21 — 9 Kol. 2, 9 — 11 f II Kor. 5, 18 f — 15 I Tim. 2, 5 — 15 f I Petr. 2, 5 — –19 Job. 1, 14 — 26 Job. 1, 41. 45 L J pan.) [*](1 ἁμαρτίας L J | δέ x003C; pan. 4 f ἐν οὐρανῷ καὶ γῆς J 6 διωρσμένοις pan. 11 μεσιτεύων καὶ καταλλάσσων pan. | τῷ (vor θεῷ) x003C; pan. 12 ἀμαρτίαν pan. | μυστηρίου L 13 τῆς x003C; J 16 ἁγίου x003C; pan. 17 ὅτι] καὶ pan. 18 καὶ (vor εἴδομεν) x003C; L J | δόξαν 2 x003C; LJ 20 τὸν καρπὸν L τὸν καθ’ ὁμοιότητα καρπόν pan. 21 προσλαβόμενον LJ | ἐξ] πρὸς pan. 23 καὶ ἐν] ἐν δὲ Pan. ἐν x003C; J | τῶν x003C; L J 23 f αὐτοῦ αὔξει φυήν vgl. S. 80, 3] αὔξεται αὐτοῦ καὶ φύει L J 24 σὰρξ x003C; pan. 26 μεσίαν L | ὡς δὲ Μωυσῆς x003C; L J)

80
»καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου« καὶ ὁ Δαυίδ καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν « ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν,

γῆ δὲ δεχομένη τὸν ὑετὸν αυξει καρπὸν ἐλπίδος γεωργῶν τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου ποσδιδοῦσα τὴν φύσιν προθύμως τῷ τε λαμβάνειν παρ' αὐτοῦ πλέον ἔχει<ν> σπουδήν),

οὕτω δὴ καὶ ἡ παρθένος Μαρία κατὰ τί γνώσομαι« ὅτε φησίν »ὅτι ἔσται μοι τοῦτο«, ηκουσε πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται«.