Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

τοίνυν κατῴκησεν ἐν ἠμῖν« καὶ »τὸ δικαίωμα τοῦ νόμου« δοὺς [*](13 vgl. Rom. 7, 19 f — –23 Tit. 2, –14 –23–27 Kol. 2, 14f — 27 f Jes. 45, 2 — 30 vgl. Job. 1, 14 — Rom. S, 4 L J 17 — S. 93, 7 wiederholt Panarion haer. 74 c. 2 — 10 (= pan.)) [*](3 f ὀκνήσαιμι L S ἐκ 2 < 3 13 μοι] ἡμῖν J 17 γὰρ < 17 f καὶ σωτῆρος] Ἰησοῦ Χριστοῦ pan. 10 καὶ δικαίως par.] < L J 25 pan.] ἄρας L J | προσηλώσας αὐτὸ pan.] καὶ προσηλώσας L J 26 ἐδειγμάτισεν pan.] παρεδειγμάτισεν L J 27 αὐτὰς J | πύλας] θύρας pan, 28 χεῖρας pan. 29 ὑποβάθρους L ὑποβάθραν pan. | οὐρανὸν L J)

78
ἡμῖν τοῦ πνεύματος εἰς τὸ γνῶναι αὐτὸν <καὶ> ὄτι τὰ περὶ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, νόμος δικαιοσύνης‘ γέγονενε ἡμῖν, νόμος πίστεως« νόμος πνεύματος«, ἐλεύθερος ἐκ νόμου σαρκὸς ἁμαρτίας«.

διὸ »συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἴσω ἄνθρωπον«· ἴσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν.

αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, ἴνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὐπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι« αἰτίῳ ζωῆς· τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς« κατὰ τὸν Δαυίδ, θεὸς ἠν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος ἀυτοῖς τὰ παραπτώματα αὐτῶν.,

»ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δί αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ‘.

παρεγένετο τοίνυν »εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν‘, καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἀγέοις, »ἀνκεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«.

διάστασις δὲ ἠν καὶ ἔχθρα ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ«, »ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ‘, »δι αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν«, ἠλθε γὰρ ἡ εἰρήνη ἡμῶν‘) καὶ τὸ μεσότοιχον τοῦ φαργμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταρτγήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἴνα καινὸν ἄνθρωπον«, εἶναί τε τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἀπαγγελίας« ἐκέλευσεν εἰπών »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς‘.

τοίνυν ἐν ᾦ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός‘, ἀπεστάλη μοι σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας«, οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας »ἐξαγοράσῃ«, ἵνα με φθορᾶς, ἵνα με θανάτου, καὶ ἐγένετό μοι δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτωσις«·