Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

40. Καὶ μὴ θαυμάσῃς ἐὰν εἴπῃ ὅτι »δι' ἐμοῦ εἰσέρχονται πρὸς τὸν πατέρα« καὶ ἠλλοιωμένον τῆς τοῦ πατρὸς οὐσίας ὑπολάβῃς. αὐτὸς γὰρ πάλιν διδάσκει »οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσῃ«. ὡς γοῦν ὁ πατὴρ πέμπει πρὸς τὸν υἱόν, καὶ ὁ υἱὸς εἰσφέρει πρὸς τὸν πατέρα, ἵνα δείξῃ μίαν καὶ τὴν αὐτὴν εἶναι θεότητα.

τὸ δὲ προέκοπτεν »προέκοπτεν καὶ σοφίᾳ‘, εἰ σοφία ἐστὶ τοῦ θεοῦ, οὐκ ἐνδέεται σοφίας. ἀλλ’ ἐπειδὴ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβώ, οὐ τὸ πλήρωμα * ἠλαττώθη· * ἀλλ’ ἴνα δείξῃ ἀπ’ οὐρανοῦ μετακενβωθέτα εἰς ἀνθρωπότητα τουτέστιν εἰς ἐργαστήριον Μαρίας.

»μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι«, φησίν· οὐκ εἶπεν ἐκχυθέν, ἀλλ' ἐκκενωθὲν ἀπ' οὐρανοῦ εἰς γῆν, ἵνα ἀπὸ τῆς εἰς Μαρίαν >. καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυίσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναούμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλὴμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων καὶ τὰ μέρη Τύρου καὶ Ναΐν καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν καὶ τὸ ὄρος τῶν ἐλαιῶν καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα εἰς τὸ πραιτώριον καὶ πρὸς Ἡρῴδην, εἰς τόπον Γολγοθᾶ εἰς τὸ μνῆμα καὶ ἕως τοῦ Ἅιδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν καὶ εἰς οὐρανούς.

μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος πάντα τὰ ἄγγη μυρίζει καὶ Χριστοῦ ἡ παρουσία ἀπ' οὐρανοῦ ὅλην τὴν γῆν ἡγίσαε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθείᾳ.

ὁ ὄρος ὁ] ὤν, ὡς ἐν τῷ Δανιὴλ >, καὶ μέγα ὄρος, »λίθος <δὲ> τεμνόμενος ἄνευ χειρῶν‘ * ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος, τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος <δὲ> πάλιν ἀναλαμβάνων τὸ] μέγεθος καὶ γινόμενος αὖθις ὄρος μέγα καὶ ότι τὸ] ὄρος οὐκ <ὅν ἐν> ἑνὶ τόπῳ, πληρῶν ἅπασαν τὴν οἰκουμένην,

οὑτος ὁ σοφία σοφία καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾶ«.

ἐπεὶ σοφία [*](1 vgl. Joh. 14, (10, 9) — 3 Joh. 6, 44 — 6 Luk. 2, 52 — 7 vgl. Phil. 2, 7 — 10 Hohel. 1, 3 – 12 ff zu der ümlichen Aneinanderreihung der Örtlichkeiten vgl. die breiteren ührungen in Panarion h. 51, 7 ff u. 25 ff — 23 Dan. 2, 34 — 29 Luk. 2, 52 L J) [*](6 nach σοφίᾳ wolh Lücke ἐὰν ἀκούσῃς ἀληθῶς λέγουσιν ὅτι> * 8 > * | * etwa ἐκένωσε δὲ ἑαυτόν, φησί, οὐχ ὅτι τὴν φύσιν > * 11 <ἐκκενωθῇ> * 12 κυΐσκηται J | vor εἰς Βηθλεὲμ + καὶ 1 7 γεθσιμανὴ L 19 τὴν < L 21 ἡγίασε + <τουτέστιν> ? * 22 ὁ 1 *, vgl. mit οὖτος in Z. 27] < L | ὁ] * | <λέγεται> * 23 > * | * γεννηθεὶς > 25 <δὲ> * | τὸ] * 26 ότι * | τὸ] * | <ὄν ἐν>)

51
ὥν τοῦ πατρὸς καὶ »διδάσκων ἀνθρώπους« λαλεῖν καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν καὶ »φυτεύσας τὸ οὐς« τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; * »λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας‘ καὶ τὰ ἑξῆς;

ἀλλ' ἐπειδή, γεννηθεὶς ἀπὸ κοιλίας εὐθὺς λαλῶν εἰ ἐδείκνυτο καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη καὶ οὐκ ἀληθὴς <ἀλλ᾿ > ἢ μᾶλλον δόκησις ἡ ἔνσαρκος αὐτοῦ κύησις, διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἠλικίας, ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.