Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

39. Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθίας φιλονεικίαν καί φασιν αὐτοῦ τοῦ υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ παλαιᾷ. εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. ὁ γὰρ εἰπὼν τῷ Μωυσῇ »τί τοῦτο τὸ ἐν τῇ χειρί σου;« αὐτὸς ἔλεγεν »ἐγώ εἰμι ὁ ὤν‘.

καί φησιν ὁ κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος ὅτι δὲ ἐγείρονται οἱ νεκροί, εἶπεν ὁ θεός· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. θεὸς οὖν ἐστι ζώντων καὶ οὐ νεκρῶν«.

καὶ πάλιν πολλὰ ἔστι δεῖξαι ὅτι ἐκ προσώπου τοῦ πατρός έστιν ἐν τῇ παλαιᾷ διαθήκῃ εἱρημένα· ἀλλὰ καὶ ἐκ προσώπου τοῦ υἱοῦ πολλάκις καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου πνεύματος.

καί »ποῦ Σάρρα ἡ γυνή σου;« τῷ Ἀβραὰμ ἔλγεν ὁ ἐλθὼν ἄνωθεν σὺν τοῖς δυσὶν ἀγγέλοις υἱὸς θεοῦ. εἰ γὰρ ἠγνόει ποῦ ἐστιν, οὐκ ἂν ἔλεγεν »Σάρρα«.

* »ἐγέλασεν οὐν ἡ Σάρρα ἔνδον οὐσα« βούλεται αὐτῆς ὑποδεῖξαι τὴν σεμνότητα ὑπογραμμὸν τῶν θελουσῶν εὐσεβεῖν ἐν ἀληθείᾳ, ἕν’ ὅτε ἁποδέχονται ξένους ἐξ ἰδίων καμάτων ὑπηρετῶσι μέν, διὰ δὲ τὴν σεμνότητα τὸ πρόσωπον αὐτῶν τοῖς ἀνδράσι μὴ ὐποδεικνύωσιν.

ἐκείνη γὰρ ἡ μακαρία πάντως ἐξήρτυσε καὶ ἐξαρτύσασα εἰς πρόσωπον ἀγγέλων οὐκ ὤφθη, σεμνότητος ὑπογραμμὸν ὑποβάλλουσα ταῖς μετὰ ταῦτα γενεαῖς. ἀλλὰ καὶ ἴνα δείξῃ ὁ παρὼν τίς ἐστιν, > ὄνομα τῆς γυναικὸς ἐκάλει ὁ ἐπιξενωθεὶς πρὸς τὴν ὥραν, * ὅτι οὔτε τὸ ὄνομα αὐτὸν λέληθεν οὔτε πλάσμα οὔτε διανόημα ἀνθρώπου.

»τίνα με« φησί λέγουσιν εἶναι οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;« καὶ τὸν μὲν υἱὸν τοῦ ἀνθρώπου αὐτὸς φράζει ὁμολογῶν, ἵνα μὴ νομίσωσι περὶ τοῦ ἀοράτου αὐτὸν ἐρωτᾶν. οἱ δέ φασιν Ἠλίαν καὶ Ἰερεμίαν καὶ Ἰωάννην. »ὑμεῖν δὲ τίνα με λέγετε;«· »σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος‘ φησὶ καὶ εὐθὺς μακαρίζεται.

οὐ γὰρ ἀγνοῶν ἠρώτα, ἀλλὰ δεῖξαι βουλόμενος ὄτα πατρός ἐστιν ἡ διδαχὴ ἡ τὸν υἱὸν τῇ ἐκκλησίᾳ ἀληθινὸν <θεὸν> κηρύττουσα, ἴνα ὁ Πέτρος λέγειν ἃ παρὰ τοῦ πατρὸς ἐθιδάχθη.

[*](3 Exod. 4, 2 — 4 Exod. 3, 14 — 5 Mark. 12, 26 Luk. 20, 37 — 10 Gen. 18, 9 — 13 vgl. Gen. 18, 12 — 21 Matth. 16, 13 — 24 Matth. 16, 14 — 25 Matth. 16, 15 f L J)[*](1 ἀμαθείας J 2 φησὶν L 12 υἱὸς Pet.] υἱοῖς LJ | Σάρρα < J; Sinn vgl. Z. 19 * ücke von Pet. angezeigt, jedoch hinter οὖσα vermutet) etwa > * | ἀποδεῖξαι L 15 ὑποδέχωνται L 18 ὑπολαμβάνουσα L 19 > * 20 <δεικνύς> * 21 αὐτῆς J 26 φησὶ + <ὁ Πέτρος>? | μακαρίζεται *] μακαρίζει L J 27 διαδοχὴ L 28 <θεὸν> * 29 ἅ] καὶ)
50