Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

41. Ἑτέρας δὲ πάλιν θηρῶνται * ματαίας ὑπολήψεις Παραπλέκοντες τοῖς θείοις λόγοις καὶ ἐναντίως διανοοῦνται καί φασιν· πῶς οὐν γέγραπται Λέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν πιστὸν ὅντα τῷ ποιήσαντι αὐτόν‘ καί »γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν, ὅν ὑμεῖς ἐσταυρώσατε, κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε«.

καὶ θαῦμά μοι μέγα ἐπέρχεται πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι τὴν ἐν αὐταῖς φραζομένην δύναμιν ἀγνοοῦσι. τὸ γὰρ εἰπεῖν »δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν« οὐ περὶ τῆς θεότητος εἴρηται.

ὁ θεὸς γὰρ ἦλθε * καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι γραφαί. οὐδὲν γὰρ ἐν αὐταῖς ἐστὶ σκολιὸν ἢ στραγγαλιῶδες, πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

»λάβετε« γάρ φησι Μίαν καὶ μὴ ἀργύριον«· ἐὰν γὰρ μή τις λάβῃ παιδείαν παρὰ θεοῦ τουτέστι τὴν πίστιν τῆς ἀληθείας, σκολιὰ αὐτῷ πάντα καὶ διεστραμμένα, τοῖς δὲ συνιοῦσιν ὀρθῶς καὶ εὑρίσκουσι γνῶσιν ὀρθὰ πάντα καὶ ἀδιάβλητα.

ἵνα δὲ αὐτοὺς ἐλέγξῃ, ὁ ἀπόστολός φησι· »πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τὰ <πρὸς θεὸν> ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας( . .

διὰ τοῦτο καὶ αὐτὸς ὁ μονογενής, ἐπειδὴ ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς ἦλθε γενέσθαι, ἔλαβεν ἐξ ἡμῶν τὴν σάρκα, ἴνα ὑπὲρ ἡμῶν ὁ ἀφ' ἡμῶν γενόμενος προσφορὰ τῷ ἰδίῳ πατρὶ θεῷ τοὺς μαθητὰς »ἀδελφοὺς καλέσῃ«. ποῦ οὐν τὸ γενόμενος [*](1 Psal. 93, 10 — 2 Psal. 93, 9 — 2 f Jes. 8,4 — – S. 52, 2 vgl. Panarion h. 69, 37 u. 42 — 11 Hebr. 3, 1 — 12 Act. 4, 10 — 19 f Prov. 8, 9 f — 24 Hebr. 5, 1 — 29 Hebr. 2, 11 L J 3 ἔδει L | * ücke von Pet. angezeigt) änze etwa ὁ περὶ οὗ ἐΠιφέρει <ἀλλ᾿ > * 6 > * | δοκήσει J 7 γέννησις 9 * > * 9f παραπλέκειν 3 11 δέζασθαι J 15 αὐταῖς *] αὐτοῖς LJ 17 θεὸς] υἱὸς ? * | * ἐν > * 19 vor ἐνώπια + τὰ L | συνοῦσι J 21 περὶ L 22 δὲ J 23 ὀρθῶς *] ὀρθὰ L J 24 φησι < L 25 <πρὸς θεὸν> * 27 αὐτός J 29 γενόμενος *] γενόμενον L J)

52
πληροῦται; οὐχ ἄλλοθεν, ἀλλὰ πρὸς τοῦ άρχιερέως. »δέξασθε, γάρ <φησιν> , τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.

Ἵνα δὲ καὶ παραδείγματι περισσοτέρῳ χρήσωμαι· ἐρωτήσειέ τις βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ καὶ λέξει αὐτῷ τολμήσας· τίς οὗτός ἐστιν; 5 ἀκούσας δὲ παρὰ τοῦ πατρὸς δικαίαν ὁμολογίαν· υἱός μού ἐστι, πάλιν ἔροιτο· υἱός σου κατὰ φύσιν; καὶ ναί τοῦ βασιλέως εἰπόντος αὖθις ἐπάξει ὁ ἐρωτῶν· τί οὐν αὐτὸν ἐποίησας; πάντως ἂν ἐρεῖ· βασιλέα αὐτὸν ἐποίησα. ἀρα τὴν ἀξίαν εἰπὼν τὴν γηνσιότητα ἠρνήσατο;

ἐὰν τὸ δεύτερον εἴπῃ, τὸ ἀρχαῖον ἠφάνισεν; οὐδαμῶς. οὕτως γοῦν καὶ ὁ θεὸς καὶ πατὴρ ἐγέννησε τὸν υἱὸν ἀνάρχως καὶ ἐν σαρκὶ πεπλήρωται τό ἐποίησεν αὐτὸν ἀρχιερέα«.