Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

2. Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν έν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ <γενομένας> τὰς ὑμῶν καὶ τῶν καθ’ ὑμᾶς τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν.

ἀπ’ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι »σὺ εἶ ὀ Ζριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος«, σαφῶς ὐπ’ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας <τό> »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεταί ἐκ τῆς Ἐβραϊκῆς διαλέκτου υἱός.

αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔγνωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταις λέγων »ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς «, αὕτη δὲ ἐ)στιν ἡ ζωὴ ἣν ἴφη· »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν«.

ἐν τῷ οὖν εἰπεῖν »τὸν μόνον ἀληθινὸν θεόν« εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἕνα μηκέτι »ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὠμεν δεδουλωμένοι«, ἕνα μὴ πολυθεί·α ἐν ἡμῖν ἔτι ᾐ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ’ ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ· »πρώτη γὰρ πορνεία ἐπίνοια εἰδώλων φησὶν ἡ γραφή.