Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

115. Ἐν τῇ οὖν ἐξόδῳ συναγωγὴν ἑαυτῷ ὁ θεὸς ἁρμόσων φησὶ Μωυοῇ »ὑπόλυσαι τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου«. πᾶς γὰρ ὁ μέλλων καθαροῖς λουτροῖς προσιέναι πρῶτον ὑπολύεται.

ἐπειδὴ τοίνυν χρόνος πολὺς διελήλυθε καὶ πᾶς τις »ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθημεν« καὶ αὕτη ἡ συναγωγὴ ἐν τοῖς ἰδίοις κακοῖς ἔμεινεν, οὔπω »τὸ λουτρὸν« ὁ θεὸς »τῆς παλιγγενεσίας« ἀπεκάλυπτεν, ἀλλ ἔτεσι μὲν πολλοῖς ἀνεβάλλετο, ὕστερον δὲ τῇ ἁγίᾳ ἐκκλησίᾳ τὸ πανάγιον λουτρὸν ἀπεκάλυψεν· ἐν μὲν Μωυσῇ

ὑποδήματα ὑπολύων, ἐν δὲ [*](1 vgl. Gen. 10, 22 — 1—4 vgl. Gen. 10, 16f — 5—13 Luk. 3, 32—36 (Matth. 1, 2—4) — 7 zu Φαλὲκ lib. Jub. 8, 8; vgl. Jul. Africanus bei Georg, p. 86 — 18 Gal. 6, 7 — 19ff damit wird der Gedanke von c. 107, 1 wieder aufgenommen — 20 Exod. 3, 5 — 22 Jes. 53, 6 — 24 vgl. Tit. 3, 5) [*](L J Anast. Sin. (bis Ζ. 18)) [*](1 Ἀμμοραίων L 2 Ἀμμοραῖον L 6 δὲ < J 9 ναχώρ 1] ἀχώρ J 12 Ἀμιναδὰμ beide Male L J 14—16 lautet bei Anast. Sin. τούτου ἕνεκεν ἔκδικος ὢν ὁ θεὸς ἀληθὴς μετὰ δεκαοκτὼ γενεὰς ἐκδικεῖ τὸν ὅρκον ὃν μεαξὺ ἀλλήλων πρὸς θεὸν συνέθεντο ἐξολοθρευομένου τοῦ σπέρματος Χαναάν, καθὰ ἐκ στόματος αἰτοῦ ἐξεληλυθότα 18 ἀπονέμων + μάτην τοίνυν λοιδοροῦσιν οἱ Μανιχαῖοι Anast. Sin. 20 πᾶς] πῶς J)

143
προφήταις τὸν ἔξωθεν χιτῶνα ἀπεκδύων, περίζωμα μόνον καταλείψας τῷ Ἰερεμίᾳ, ἐν δὲ] Ἰωάννῃ ὅλα τὰ τοῦ κόσμου ἱμάτια μεταβαλὼν ἐκ τριχῶν καμήλου μετεσχημάτιζεν, ἐν δὲ αὐτῷ τῷ σωτῆρι καὶ τοῖς αὐτοῦ μαθηταῖς κόσμου τὸ σχῆμα« ἐξέδυσεν, ἄνωθεν δὲ ἀπ᾿ οὐρανῶν μετὰ τὴν τῶν κάθαρσιν κάθαρσιν »πυρὸς καὶ πνεύματος‘ ἔνδυσιν ἐνεδίδυσκεν.

ἀλλ’ ὁρῶντες οἱ Ἰσραηλῖται τὴν] χάριν τούτου οὐκ ἔγνωσαν ὅτι θεός ἐστι. διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτους ἀπωδύρετο διὰ τὴν εἰς τὸν σωτῆρα ὑπ᾿ αὐτῶν ἐσομένην ἀτιμίαν, ταῦτα κυρίῳ ἀνταποδίδοτε, λέγων, λαὸς μωρὸς καὶ ἀκάρδιος;

οὐκ ἔγνωσαν γὰρ τοῦτον ὅτι οὗτος ἦν ἐν ἀρχῇ μεθ᾿ οὗ Ε; πατὴρ συνεβουλεύσατο , ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘ λέγων·

τὸ γὰρ ποιήσωμεν‘ οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν· ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ πατὴρ υἱῷ καὶ ἁγίῳ πνεύματι· »τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘.

οὐδ᾿ ὂν συνήκασι τοῦ λέγοντος ἐν τῇ αὐτῇ βίβλῳ ῥητῶς, ὅτι »ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα ἀπ᾿ οὐρανοῦ«. ἔβρεξε γὰρ κύριος πῦρ«, ὁ πρὸς Ἀβραὰμ ἐληλυθώς, παρὰ κυρίου ἀπ᾿ οὐρανοῦ«, τοῦ αὐτὸν ἀποστείλαντος.

οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ᾿ Αἰγὐπτου αὐτοὺς ἐκβάλλοντα οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος » καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη« πῶς γὰρ οἷόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται;) καὶ ὅτι ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος«· εἰ δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται;