Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

114. Τούτων τοίνυν τῶν ἐθνῶν οὕτως ἐκ τῶν τριῶν υἱῶν τοῦ Νῶε γεγονότων καὶ τριχῆ τοῦ κόσμου τοῖς τρισὶν υἱοῖς διαμερισθέντος, ὡς προεῖπον ὅρκος ἀπῃτήθη παρ᾿ αὐτῶν ὑπὸ τοῦ πατρὸς μηδένα ἐπεμβαίνειν τῷ τοῦ ἀδελφοῦ κλήρῳ·

τὸν δὲ ὑπερβαίνοντα τὴν τοῦ ὅρκου διαταγὴν ἐξολοθερύεσθαι ἐν τῷ ὅρκῳ ἔφησαν καὶ πᾶν τὸ σπέρμα αὐτοῦ.

ἐπεὶ οὐν ἐν τῷ κλήρῳ <τοῦ> Σὴμ ἡ Παλαιστίνη ὑπέπεσε καὶ πάντα τὰ πλησίον αὐτῆς, πλεονέκτης δὲ ὤν ὁ Χαναὰν υἱὸς Χὰμ ἐπῆλθε τῇ Παλαιστινῶν ὕστερον γῇ τουτέστι τῇ Ἰουδαίᾳ καὶ ἀφαρπάζει αὐτήν, ἐμακροθύμει δὲ ὀ

θεὸς διδοὺς χρόνους μετανοίας, ἵνα μετανοήσειαν οἱ ἐκ τοῦ Χὰμ καὶ ἀποδῶσι τοῖς τοῦ Σὴμ τὴν ἰδίαν κληρουχίαν, ἐκεῖνοι δὲ οὐ μετενόουν, ἀλλ᾿ ἤθελον τὸ μέτρον αὐτῶν πληρῶσαι, —

τότε ὁ θεὸς μετὰ πολλὰς ὕστερον γενεὰς δίκαιος ὤν ἐκδικεῖ τὴν παράβασιν τοῦ ὅρκου· οὕτω γὰρ ἔδει πληρωθῆναι τὸ [*](3 vgl. lib. Jub. 10, 29 Littmann — 7 ff lib. Jub. 9,14 Littmann; vgl. Panarion h. 66, 84 — 10 lib. Jub. 8, 30 Littmann — 17 f vgl. Gen. 15, 16 L J Anast. Sin.) [*](1 ἔθνος J | ἐντέταται L J 1 f καὶ πάλιν — ὅρια < Anast. Sin. 2 < J 3 πρόληψιν L | μέρους L J 7 ὡς προεῖπον] οἱς ὡς εἴρηται Anast. 8 ἀδελφοῦ + αὐτοῦ Anast. Sin. 9 ἔφησαν < ABBREV 9 f τὸ σπέρμα + τοῦ ἐπιβαίνοντος χώρᾳ τινὶ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πλεονεκτοῦντος τὸν ἴδιον ἀδελφὸν Anast. Sin. (nach der Herstellung von Gretser) lOf ἐπεὶ οὖν ἐν — πλησίον αὐτῆς] ἐπεὶ οὖν ἐν τῷ τοῦ Χὰμ κλήρῳ Αἴγυπτος καὶ πάντα τὰ πρὸς νότον ὑπέπεσαν πάνυ δοκοῦντα καυσώδη τινὰ ὑπάρχειν Anast. Sin. 11 ὀ < Anast. 12 Χὰμ < Anast. Sin. | ὕστερον < Anast. Sin. 13 ἀφαρπάζει αὐτὴν + κλήρου οὖσαν τοῦ Σήμ Anast. Sin. | ἐμακροθύμει δὲ] καὶ ἐμακροθύμει Anast. Sin. 13 f μετανοήσειεν L μετανοήσωσιν Anast. Sin. 14 Χὰμ + ἔκγονοι Anast. Sin. | τοῖς + υἱοῖς Anast. Sin. 15 κληρονομίαν Anast. Sin. 16 — 142, 13 ßt Anast. Sin. ßen zusammen σπλαγχνισθεὶς ὁ θεὸς μηδὲν κακὸν τούτοις ἐπήνεγκεν. ἐπεὶ οὖν ἔτεσι πολλοῖς ἡ μακροθυμία τοῦ θεοῦ συνεχώρει κατὰ τὸ εἰρημένον » οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων«, ἔμενε τε τῇ ἁμαρτίᾳ ὁ Χαναάν, γεννήσας τὸν Ἀμορραῖον καὶ Ἀσεναῖον καὶ Ἀρἀδιον καὶ Σιδώνιον καὶ τῷ χρόνῳ τούτῳ τῆς μακροθυμίας τοῦ θεοῦ οὐ μετεμελεῖτο ὁ Χάμ)

142
Ἀμορραίων μέτρον.

Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαζάδ· Χὰμ δὲ γεννᾷ τὸν Χαναάν. Χαναὰν δὲ γεννᾷ μετὰ τὴν πλεονεζίαν τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ [*](D21S) Ἀράδιον καὶ Σιδώνιον.

ἀριθμοῦνται τοίνυν οὕοτως αἱ γενεαὶ ἕως τῆς τοῦ Σὴμ ἐκδικίας· Σὴμ ὁ πλεονεκτηθεὶς γεννᾷ τὸν Ἀρφαξάδ, ὡς εἴπομεν· Ἀρφαξὰδ δὲ γεννᾷ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ καὶ γίνεται ἡ πυργοποιία· Ἔβερ γεννᾷ τὸν Φαλὲκ καὶ γίνεται γῆς καὶ γλωσσῶν διαμερισμός· Φαλὲκ γεννᾷ τὸν Ῥαγαῦ, <Ῥαγαῦ> τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακὼβ τὸν ἐπονομασθέντα Ἰσραήλ, ἐξ οὗιπερ Ἰσραηλῖται, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσὼν καὶ <Ναασσὼν> τὸν Σαλμών. αὕτη ἡ γενεὰ τῶν ἀπὸ Σὴμ γεγεννημένων.

τούτους οὖν ἀδικηθέντας ὑπὸ τῶν υἱῶν Χὰμ καὶ τὸν ἴδιον τόπον ἀφαιρεθέντας ἐκδικεῖ ὁ θεὸς ἐξολοθρεύσας τοὺς τοῦ Χαναὰν κατὰ τὸν ὅρκον αὐτῶν, καὶ τὸ σπέρμα τοῦ Σὴμ τὴν ἰδίαν ἀπολαμβάνει χώραν. οὐκ ἠδίκησεν οὖν ὁ θεός, τὰ δίκαια ἑκάστῳ μέρει ἀπονέμων· »οὐ γὰρ μυκτηρίζεται ὁ θεός«, ὡς προεΙπον.