Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

101. Εἰ δὲ βουληθείην τὰς πόσας μαρτυρίας ἐκ πασῶν τῶν γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ό ἡμέτερος νοῦς βραχύς τε καὶ ἰδιώτης, ὅμως διὰ τὸ πλῆθος <δέδια μὴ> εἰς πολὺ πλάτος ἐπεκτείων τὸν λόγον· συνελὼν δὲ ἐρῶ ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν, ἐν πᾶσι δὲ > μιᾶς ἐλπίδος τῆς ἀναστάσεως ἡμῖν κεκηρυγμένης.

ταῦτα δὲ ἀπιστοῦσιν ἄπιστοι, παραφθείρουσι κακόδοξοι, οὐ δέχνται φιλόνεικοι, ἀπωθοῦνται κενόδοξοι. τοῖς δὲ πᾶσιν ό θεὸς τὸ ἔλεος παράσχῃ καὶ [*](1f vgl. Joh. 11, 25 — 4 Matth. 27, 52f — 5 vgl. Matth. 25, 10 — 13 Luk. 8, 54 — 16 Luk. 7, 14 — 21 Joh. 11, 43 L J) [*](2 ὦδε γὰρ *] ὅ γὰρ L ό δὲ γὰρ γὰρ vom Rubricator durchgestrichen) J 3 <εἰ μὴ> *, vgl. Z.9 4 γὰρ *] δὲ L J 9 ὅτι *] οἳ LJ | ἄλλοι L 14 τῷ *] τὸ L J | δὴ *] δὲ L J 20 τῆς χειρὶ J 28 <δέδια μὴ> * 30 <ὁμοία> * μιᾶς ἐλπίδος *] ἐν μιᾷ ἐλπίδι L J 32 παράσχοι J)

122
διαυγάσῃ τὰ ζεζοφωμένα τῶν διανοημάτων.

Ἕλληνες μὲν γὰρ <μὴ> λαβόντες πνεῦμα ἅγιον ἐλεχθήσονται ὑπὸ τῆς ἀληθείας καὶ πασῶν τῶν προλεχθεισῶν μαρτυριῶν, μάλιστα δὲ ὑφ’ ὑμῶν τῶν υἱῶν τῆς ἀγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὁρθοδόξου πίστεως.

διδάσκετε γάρ, λαβόντες πνεῦμα ἄγιον καταξιωθέντες τε λόγου εὐθέτου ἐν ἀνοίξει τοῦ στόματος‘ πρῶτον μέν. ὅτι μαθηταὶ τοῦ Χριστοῦ καταξιωθέντες εἲναι τοῦ »ἀρχιποίμενος« καὶ προστάτου τῶν ἡμετέρων ψυχῶν‘ *, ὡς τὰ τρόφιμα τοῖς τοῦ Χριστοῦ ποιμνίοις τοῖς ἐαυτῶν λαοῖς συναγαγόντες μεριμνῶντές <τε> ὅπως ἐαυτούς τε καὶ τὰ τοῦ θεοῦ φημὶ δὲ τὸν βουλόμενον πάντως ώφελεῖσθαι, ἐκ τῆς ἀγίας γῆς τῆς χαρὰ Μωυσῇ αἰνιττομένης θρέψητε.

τίς δὲ τῶν εὐ φρονούντων εἰς ὑμᾶς τοὺς εὐλαβεῖς καὶ πιστοὺς σκοπῶν, ὠ ὀρθόδοξοι καὶ υἱοὶ τῆς ἐκκλησίας ἐνίους γὰρ λέγων πάντας τοὺς τοὺς τῆς ἀληθείας λέγω, κατὰ τὸ γεγραμμένον), τίς περὶ τούτων ἀμφιβάλοι;

σοφῆς γὰρ ὄντες καὶ ἀνδρειοτάτης υἱοὶ γυναιός, ἡς τὸ κλέος παρὰ Σολομῶντι λέγνοντι »γυναῖκα ἀνδρείαν τίς εὑρήσει;« ὡς σπανίας οὔσης, μᾶλλον δὲ μιᾶς). τὸ κρεῖττον ἐκλέξεσθε καὶ τὸ ὠφέλιμον ἀγαπήσετε.

ἀνδρείαν δὲ γυναῖκα νοεῖτέ μοι τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὴν ὑμῶν μητέρα, ἡς οὐδὲν ἀνδρειότερον, θνῃσκούσης καθ’ ἕκαστον ἐπεγειρόμενον διωγμὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ ἰδίου ἀνδρός.