Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

102. Αὕτη οὐν ἡ ἐπιεικεστάτη τὸν ἵδιον νυμφίον ἀκριβῶς ἐρωτᾷ ἐν τῇ βίβλῳ τῶν ᾀσμάτων ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ;«· ποιμαίνει δὲ Χριστὸς ἐν ἀγίᾳ γῇ τῇ προειρημένῃ καὶ οὐ μόνον ποιμαίνει, ἀλλὰ καὶ προστάσσει λύειν τὸ ὑπόδημα τῶν ποδῶν τῶν ποιμένων, ὡς Μωυσῇ πρῶτον λέγει·

παρ΄ οὺ τὴν παράδοσιν παρειληφότες καὶ αὐτοὶ τοὺς εἰς τὴν ὰγίαν ἐπιστήμην εἰσαγομένους ἀσφαλῶς χειραγωγεῖτε πρῶτον, τὰ ὑποδήματα ἑκάστου ἐπιλύεδθαι ἐπιμελό- μενοι. ὑποδήματα δὲ ἐκάστου ἡμῶν ἔχει διαφοράν.

τῇ γὰρ ἰδίᾳ ἑαυτοῦ πράξει ἕκαστος ὑπεδήσατο. καὶ λοιπὸν ὑμῶν τῶν μαθητῶν καὶ καλῶν ποιμένων ὑπακούων ἕκαστος, ὅς μὲν ὑπεδήσατο εἰδωλολατρείαν, ὑπελύσατο τῇ ὑμῶν νουθεσίᾳ, ἄλλος δὲ μοιχείαν ὑπελύσατο, [*](5 Ephes. 6, 19 — Ι Petr. 5, 4 — I Petr. 2, 25 — 13f vgl. Mark. 13, 37 — 16 Prov. 29, 28 — 22 Hohel. 1, 7 — 24 f vgl. Exod. 3, 5 L J) [*](1 διαυγάσει L J | <μὴ> * 5 τε < J 7 * änze τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ«> * 9 <τε> * 12 ήμᾶς L 14 17 ἐκλέξησθε L | ἀγαπάσατε L 23 ἁγίᾳ < J 24 τοὺς ποιμένας? 25 Μωυσῇ *] Μωυσῆς L J 28 ὴμῶν *] ὑμῶν L J 29 ὑπεδύσατο L 31 ἡμῶν J)

123
ἕτερος πορνείαν, ἄλλος κλοπήν, ὅς δὲ πλεονεξίαν.

οὐ μόνον δέ, ἀλλὰ καὶ λογοις στυγητοῖς καὶ αἰσχροῖς ῥήμασιν ἀποτασσόμενοι μακαρίαις ἐλπίσιν »ὑπὸ χεῖρα κραταιὰν« τοῦ ἀγαθοῦ ποιμένος δι’ ὑμῶν τῶν καλῶν, τῶν μαθητῶν ἕκαστος βουκολεῖσθαι παραδίδωσιν ἑαυτόν· ἀφέξεται γὰρ ἕκαστος πάντως τῆς πλάνης.

καὶ πρὸ όφθαλμῶν παρατίθεσθε τὴν ἀλήθειαν, εἴδωλα μὲν παραχαράττοντες καὶ ἀναφανδὸν τὴν περὶ αὐτῶν πλάνην ἀνακηρύττοντες οὔτε γὰρ νεκροὺς τούτους ἡγεῖσθε, ἐπεὶ μήποτε ἔζησαν), κενὰ δὲ καὶ μάταια καὶ οὐκ ὅντα εἰκότως πάντας πάντοτε διδάσκοντες.

οὐ γὰρ ἠσάν ποτε, ἵινα <τι> ὡσιν ἐκεῖνοι· εἰδὶ δὲ κακοδαίμονες, ἀνθρωπίνης διανοίας παράθεσις, ἡδονῶν ἀφορμὰς ἐπιρρώσασα· καὶ ἔνθεν ὑπὸ ἑκάστου τὸ ἴδιον πάθος εἰς σέβασμα κυρωθὲν τετόλμηται.

πρῶτον γὰρ εὐθὺς ὅτε τοῦτο τοῖς ἀνθρώποις ἐκαινοτόμητο διὰ δαιμόνων κακουργίας, »πρώτη« αὕτη »πορνεία« ἀπεφθέγγετο καὶ σκιογραφίαις τὰ εἴδωλα προετυποῦτο. ἔπειτα τέχνην τὴν ιδίαν, ἥν μετὰ χεῖρας εἶχεν ἕκαστος, δι᾿ ἦς τὴν εὐπορίαν ἔσψεν, εἰς σέβασμα τοῖς ἰδίοις παρεδίδου τέκνοις καὶ διὰ τῆς ὕλης τῆς ἰδίας τεχνουργίας θεοὺς ἀνεπλάσαντο, καὶ κεραμεὺς μὲν ἐκ πηλοῦ, τέκτων ἐκ ξύλου, χρυσοχόος ἐκ χρυσίου καὶ ἀργυροκόπος ὡσαύτως.