Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

100. Διὸ τοῦτο καὶ ὁ κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκρούς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἴως αὐτὴ ἡ σὰρξ ἀναστῇ καὶ μηκέτι ἀποθάνῃ καὶ σιωπήσῃ τοῦτο <τὸ> λέγειν μόνῳ ἑνί· »δεῦρο ἔξω«, ἕως ἄν ἔλθῃ καὶ μηκέτι ἑνικῶς εἴπῃ, ἔγειραι, άλλ [*](1 Jes. 26, 19 — 2 Psal. 67, 7 — 3f Hiob 14, 12 u. Psal. 102, 16 — 7 Hiob 14, 12 — 9 Jes. 34,4 — 10 Dan. 12, 2 (Theod.) — 11 vgl. Ezech. 37, 4ff — 25 Luk. 8, 54 — 26 Joh. 11, 43 L J —22 Sacra Parallela Coisl. 276 f. 94 r_v Rupef. f. 95 v) [*](3 τάφω L 7f οὐ μὴ — οὐρανὸς < J 8 <ὁ> * | ἔτι καὶ Sa Pa] ἔστι (auf Rasur von erster Hand) J 9 ὑπάρχει < L J 10 σινάσσων J | < L J | χώματος < L J 11 τῷ] τὸν L εἰπὲ] εἶπον εἰπὼν Sa Pa c rup. | συναχθήσεται J 13 vor σάρκας + καὶ Sa Pa 14 εἶπε Sa Pa 15f τὸν τόπον . . . τὸν . . . ἀποτεταμιευμένον Sa Pa 15 δηλαδὴ < Sa Pa 15 f LJ | ἀποτεταμιευμένων + φησί Sa Pa 16 τῷ (vor λόγῳ) < Sa 17 ὅτι ὅ] ὅ γὰρ Sa Pa | vor κύριος + ὁ Sa Pa | καὶ 1 < Sa Pa 19 ό (< Sa Pa c) ἀνθρώπινος Sa Pa 20 τοῦ < v Sa Pa 20 f < Sa Pa 21 ὅταν δὲ γὰρ Sa Pa rup.) ό κύριος εἴπῃ Sa Pa 25 σιωπήσει L | τοῦτο <τὸ> *] τοῦτο J τῷ L 26 ἔγειραι] εἶναι)

121
ἐγείρεσθε πάντες, τὴν καθολικὴν άνάστασιν ἐργαζόμενος· αύτὸς γάρ ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν.

ὡδε γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε ἤγειρε > τῶν προσφάτως τελευτησάντων. ἀνέστησαν γὰρ σὺν αὐτῷ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ὤφθησαν πολλοῖς«, »μετ᾿ αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα«, κατὰ τὰ ἐν εὐαγγλίῳ γεγραμμένα.

καὶ οὐκ εἶπεν, ἀνέστη μέρος τῶν σωμάτων τῶν ἁγίων, ἀλλὰ σώματα τῶν ἀγίων· καί »ἐνεφανίσθησαν πολλοῖς«, οὐκ ἄλλοι ὄντες παρὰ τοὺς τετελευτηκότας, άλλ΄ ἐπιγινωσκόμενοι παρὰ τῶν ἰδίων, ὅτι οὐ πρὸ χρόνων ἠσαν τετελευτηκότες.

καὶ ἄλλοις δεῖξαι δὲ βουλόμενος ό κύριος ἡμῶν τὸ θαῦμα, τὰ δὴ δυσχερῆ ἐκεῖνα εὐχερῆ δεικνὺς ἐπετέλει. καὶ ὅτε μὲν ἔρχεται πρὸς τὴν προσφάτως τελευτήσασαν κόρην, τὴν θυγατέρα τοῦ άρχισυναγώγου, ἐπειδὴ αὐτῇ τῇ ὥρᾳ τετελεύτηκε , κατηξίωσεν αὐτῇ εἰπεῖν· »άνάστηθι ἡ παῖς«· τῷ δὴ ἀνάστηθι ἰσχυροποιῶν τὸ ἤδη λελυμένον, ἐπειδὴ ἔτι ἐν τῇ

κλίνῃ ἦν. τὸν δὲ θἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναίν, ἐπειδὴ ἤδη ἐν τῇ σορῷ ἐξεφέρετο, εὐχερέστερον ἤγειρεν· »ἥψατο γὰρ τῆς σοροῦ« καὶ οὐχ εἶπέ τι τῷ παιδί. ἀλλὰ μόνον ἥψατο τῆς σοροῦ καὶ ἀνέστη.

τὸ δὲ ἔτι βαθύτατον καὶ παρ᾿ ἐλπίδα ἀνθρώπων πολλῷ μακρότερον, ὅτε ἦλθεν ἐπὶ τὸν τετραήμερον Λάζαρον, οὐδὲ εἶπεν ἀνάστηθι, οὐδὲ ἥψατο τῇ χειρὶ τοῦ μνήματος, ἀλλλ᾿ οὕτως ἐν ἑτοίμῳ καλεῖ έν τῇ

ἰδίᾳ ἐξουσίᾳ, »Λάζαρε, δεῦρο ἔξω«. πολὺ δὲ εὐχερέστερόν ἐστι καὶ ἑτοιμότερον τό »δεῦρο ἕξω« παρὰ τὸ ἅψασθαι, τὸ δὲ ἅψασθαι πόλιν εὐχερέστερόν ἐστι πολὺ τοῦ καλέσαι ἡ »ἡ παῖς ἀνάστηθι«. ὡδε δὲ πάντα ποιεῖ ὁ ἁγιος τοῦ θεοῦ Λόγος, ἵνα ἡμῖν τὴν ἐλπίδα ὑποδείξῃ τῆς ἀναστάσεως.