Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἄνδρες μὲν γάρ ποτε δυσσεβεῖς, μᾶλλον δὲ πᾶν τὸ δαιμόνων διὰ τούτων γένος, σπουδὴν ἔθεντο σκότῳ καὶ λήθῃ παραδοῦναι τὸ θεσπέσιον ἐκεῖνο τῆς ἀθανασίας μνῆμα, παρ’ ᾧ φῶς ἐξαστράπτων ὁ καταβὰς οὐρανόθεν ἄγγελος ἀπεκύλισε τὸν λίθον τῶν τὰς διανοίας λελιθωμένων καὶ τὸν ζῶντα μετὰ τῶν νεκρῶν ἔθ’ ὑπάρχειν ὑπειληφότων, τὰς γυναῖκας εὐαγγελιζόμενος τὸν τε τῆς ἀπιστίας λίθον τῆς αὐτῶν διανοίας ἐπὶ δόξῃ τῆς τοῦ ζητουμένου ζωῆς ἀφαιρούμενος.

τοῦτο μὲν οὖν τὸ σωτήριον ἄντρον ἄθεοί τινες καὶ δυσσεβεῖς ἀφανὲς ἐξ ἀνθρώπων ποιῆσαι διανενόηντο, ἄφρονι λογισμῷ τὴν ἀλήθειαν ταύτῃ πη κρύψαι λογισάμενοι. καὶ δὴ πολὺν εἰσενεγκάμενοι μόχθον, γῆν ἔξωθέν ποθεν εἰσφρήσαντες τὸν πάντα καλύπτουσι τόπον, κἄπειτα εἰς ὕψος αἰωρήσαντες λίφῳ τε καταστρώσαντες κάτω που τὸ θεῖον ἄντρον ὑπὸ πολλῷ χώματι κατακρύπτουσιν.

εἶθ’ ὡς οὐδενὸς αὐτοῖς λειπομένου, τῆς γῆς ὕπερθε δεινὸν ὡς ἀληθῶς ταφεῶνα ψυχῶν ἐπισκευάζουσι νεκρῶν εἰδώλων, σκότιον Ἀφροδίτης ἀκολάστῳ δαίμονι μυχὸν οἰκοδομησάμενοι, κἄπειτα μυσρὰς ἐνταυθοῖ θυσίας ἐπὶ βεβήλων καὶ ἐναγῶν [*](20 Matth. 28,2. — 22 Luk. 24,5.) [*](3 ἀπέστελλε ΜΒΑ | 9 σχολῆς V, σχολὴ JMBA |δέοιτο Hkl (vgl. IV, 27,3), γένοιτο HSS | 12 μνῆμα Hkl, μνήμης HSS | 16 δ’ οὖν V, γοῦν JMBA | 25 ζωῆς < V | ὑφαιρούμενος V | 26 ἀφανὲς <J | ποιήσασθαι JMBA | 28 μόχθων ΜΒ |εἰσφορήσαντες JMBA | 32 ὕπερθε VMB, ὕπερθεν JA | νεκρῶν εἰδ. <Hkl | 34 ἐνταῦθα V.)

v.1.p.90.
βωμῶν ἐπισπένδοντες· ταύτῃ γὰρ μόνως καὶ οὐκ ἄλλως τὸ σπουδασθὲν εἰς ἔργον ἄξειν ἐνόμιζον, εἰ διὰ τοιούτων ἐναγῶν μυσαγμάτων τὸ σωτήριον ἄντρον κατακρύψειαν.

οὐ γὰρ οἷοί τε ἦσαν συνιέναι οἱ δείλαιοι, ὡς οὐκ εἶχεν φύσιν τὸν κατὰ τοῦ θανάτου βραβεῖα ἀναδησάμεν μενον κρύφιον καταλιπεῖν τὸ κατόρθωμα, οὐδὲ τὴν σύμπασαν τῶν ἀνθρώπων οἰκουμένην λαθεῖν λάμπων ὑπὲρ γῆς γενόμενος ὁ ἥλιος καὶ τὸν οἰκεῖον ἐν οὐρανῷ διιππεύων δρόμον· τούτου γὰρ κρειττόνως ψυχὰς ἀνθρώπων ἀλλ’ οὐ σώματα ἡ σωτήριος καταυγάζουσα δύναμις τῶν οἰκείων τοῦ φωτὸς μαρμαρυγῶν τὸν σύμπαντα κατεπλήρου πλήρου κόσμον.

πλὴν ἀλλὰ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τὰ κατὰ τῆς ἀληθείας μηχανήματα μακροῖς παρετείνετο χρόνοις, οὐδείς τε τῶν πώποτε, οὐχ ἡγουμένων, οὐ στρατηγῶν, οὐκ αὐτῶν βασιλέων, λέων, ἐπὶ καθαιρέσει τῶν τετολμημένων εὕρηται ἐπιτήδειος ἤ μόνος εἷς ὁ τῷ παμβασιλεῖ θεῷ φίλος.

πνεύματι γοῦν κάτοχος θείῳ χῶρον αὐτὸν ἐκεῖνον τὸν δεδηλωμένον πάσαις οὐ καθαραῖς ὕλαις ἐχθρῶν ἐπιβουλαῖς κατακεκρύφαι λήθῃ τε καὶ ἀγνοίᾳ παραδεδομένον οὐ παριδών, οὐδὲ τῇ τῶν αἰτίων παραχωρήσας κακίᾳ, θεὸν τὸν αὐτοῦ συνεργὸν ἐπικαλεσάμενος καθαίρεσθαι προστάττει, αὐτὴν δὴ μάλιστα τὴν ὑπὸ τῶν ἐχθρῶν μεμιασμένην ἀπολαῦσαι δεῖν οἰόμενος τῆς τοῦ παναγάθου δι’ αὐτοῦ μεγαλουργίας.

ἅμα δὲ προστάγματι τὰ τῆς ἀπάτης μηχανήμαντα εἰς ἔδαφος ἄνωθεν ἀφ᾿ ὑψηλοῦ κατερρίπτετο, ἐλύετό τε καὶ κκαθῃρεῖτο αὐτοῖς ξοάνοις καὶ δαίμοσι τὰ τῆς πλάνης οἰκοδομήματα.