Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

οἱ μὲν γὰρ τὰ πρὸς τροφὴν χαίρουσζιν ἐπικουρούμενοι, οἱ δὲ τὰς προστασίας ὑποτρέχειν εἰώθασιν, ἄλλοι τοὺς δεσιώσεσι φιλοφρονουμένους ἀσπάζονται, καὶ ξενίοις τιμώμενοι ἀγαπῶσιν ἕτεροι, βραχεῖς δ’ οἱ λόμων ἀληθῶν ἐρασταί, καὶ σπάνιος αὖ ὁ τῆς ἀληθείας φίλος, διὸ πρὸς πάντας ἁρμόττεσθαι δεῖν, ἰατροῦ δίκην ἑκάστῳ τὰ λυσιτελῆ πρὸς σωτηρίαν ποριξομένους, ὥστ’ ἐξ ἅπαντος τὴν σωτήριον παρὰ τοῖς πᾶσι δοξάζεσθαι διδασκαλίαν.

τοιαῦτα μὲν ἐν πρώτοις παρῄνει, τέλος δ’ ἐπετίθει τὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν ἱκετηρίας ἐσπουσδασμένως ποιεῖσθαι. οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανιέναι ἠφίει· οἱ δ’ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη παῥ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.

Χαίρων δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δεδώρητο δι’ ἐπιστολῶν, λαοῖς θ’ ἅπασι τοῖς τε κατ’ ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς βασιλείας.

Ἀλλὰ γὰρ Ἀλλὰ γὰρ ἁπάντων εἰρηνευομένων μόνοις Αἰγυπτίοις ἄμικτο ἦν ἡ πρὸς ἀλλήλους φιλονεικία, ὡς καὶ αὖθις ἐνοχλεῖν βασιλέα, οὐ μὴν καὶ πρὸς ὀργὴν ἐγείρειν. οἷα γοῦν πατέρας ἤ καὶ μᾶλλον προφήτας θεοῦ πάσῃ περιέπων τιμῇ καὶ δεύτερον ἐκάλει καὶ πάλιν ἐμεσίτευε τοῖς αὐτοῖς ἀνεξικάκως, καὶ δώροις ἐτίμα πάλιν, ἐδήλου τε τὴν δίαιταν δι’ ἐπιστολῆς, καὶ τὰ τῆς συνόδου δόγματα [*](1 κρείττονατ V, κρείττους JMBA |4 δεῖν V, δεῖ JMBA | 5 πάντων <ΜΒΑ | 6 περὶ HSS, πρὸ Wil. | 7 παρέχητε V | 8 βλασφημεῖν <V | κήδεσθαι V, κρίνειν J, <MBA | δεῖ Β |δεῖν τὰ πάντα ∾ ΜΒΑ |9 εἰ τὰ] εἶτα V | κήδεσθαι V, MB | 10 κακεῖνο δὲ <ΜΒΑ |ἀμφιγνοεῖν] ἀμφ’ ἀγνοεῖν V | οὐ τοῖς] οὗτοι V | 11 γὰρ <ΜΒΑ | τὰ VJ, ὡς ΜΒΑ | ἐπικουρούμενοι V, ἐπικαιρούμενοι JMBA | 12 τὰς VJ, τῆς ΜΒ, τοὺς Α |14 ἀληθεῖς Α |15 αὖ] οὖν Μ |δεῖν V, δεῖ JMBA | 22 ὐφ’] ἐφ’ Α | 32 περιέπων] ἐπῶν ΜΒ.)

v.1.p.89.
κυρῶν ἐπεσφραγίζετο, παρεκάλει τε συμφωνίας ἔχεσθαι ημδὲ διασπᾶν καὶ κατατέμνειν τὴν ἐκκλησίαν, τῆς δὲ τοῦ θεοῦ κρίσεως ἐν νῷ τὴν μνήμην λαμβάνειν. καὶ ταῦτα δὲ βασιλεὺς δι’ οἰκείας ἐπέστελλε γραφῆς.

Καὶ ἄλα δὲ τούτοις ἔγραφεν ἀδεφὰ μυρία πλείστας θ’ ὅσας ἐπιστολὰς διετύπου, ἐν μέρει μὲν ἐπισκόποις ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ τὰ πρόσφορα διαταττόμενος, ἤδη δὲ καὶ αὐτοῖς προσεφώνει τοὺς πλήθεσιν, ἀδελφοὺς ἀποκαλῶν καὶ συνθεράποντας ἑαυτοῦ τοὺς τῆς ἐκκλησίας λαοὺς ὁ τρισμακάριος.

σχολῆς δ’ἄν δέοιτο ταῦτα ἐπ’ οἰκείας ὑποθέσεως συναγαγεῖν, ὡς ἄν μὴ τὸ σῶμα τῆς παρούσης ἡμῖν διακόπτιτο ἱστορίας.

Τούτων δ’ ὧδ’ ἐχόντων, μνῆμα ἄλλο τι μέγιστον ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὁ θεοφιλὴς εἰργάζετο. τί δ’ ἦν τοῦτ; τὸν ἐν τοῖς Ἱεροσολύμοις τῆς σωτηρίου ἀναστάσεως μακαριστότατον τόπον ἐδόκει δεῖν αὐτῷ προφανῆ καὶ σεπτὸν ἀποφὴναι τοῖς πᾶσιν. αὐτίκα δ’ οὖν οἶκον εὐκτήριον συστήσασθαι διεκελεύετο, οὐκ ἀθεεὶ τοῦτο ἐν διανοίᾳ εὐκτήριον συστήσασθαι τοῦ σωτῆρος ἀνακινηθεὶς τῷ πνεύματι.