Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἤδη δ' αὐτῆς Ῥώμης ἄγχιστα ἦν. εἶθ' ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἐξαναγκάζοιτο, θεὸς αὐτὸς οἷα

[*](20 Μαξεντίου — bis zum Ende des Cap. 40: mit ähnlichen Worten Euseb. H. E. IX, 9, 3—19.)[*](1 ἄστεος, ο auf Ras. aus ω, V, πόλεως Hist. Eccl. Ι οὐδὲ V, Hist. Eccl., ἢ JMBA Ι 3 ἐπιβουλῆς J, Hist. Eccl.: AR Ι 6 ἤλαυνεν Ηist. Eccl. Ι τοτὲ] ποτὲ Μ, το ändert in ὅ B2 Ι ἐγκύμωνας MB | 7 τοτὲ] ὅτε Μ, B2 wie 6 Ι 7 διερευνώμενα V Ι γέροντας Hist, Eccl. 0, sonst λέοντας Ι 8 προκλήσεις V, Hist. Eccl., προσκλήσεις JMBA Ι 10 οὕτω] οὖτος Hist. Eccl. | ὁ τυραννῶν VA Ι οὐδ’ V, Hist Eccl., οὐκ JMBA Ι 12 ἐν < MBA | σπάνη V, σπάνει, ει auf Ras., J Ι ὅσον MBA Ι 17 τε τὸ Hkl u. Wil., τό τε HSS Ι 21 ἐπιθαρσοῦντος V, Hist. Eccl., ἐπῖθαρρ. JMBA Ι προελθεῖν VA, Hist. Eccl., προσελθεῖν JMB | 22 δ’ ἀναρίθμω V, δ’ ἀναριθμήτω J, δ’ ἀνηρίθμω Hist. Eccl., < MBA Ι 23 τῷ πλήθει MBA Ι στρατοπέδω J.)
v.1.p.25.

δεσμοῖς τισι τὸν τύραννον πορρωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατ΄ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐταῖς ἐνεργείαις ἅπασιν ἁπλῶς εἰπεῑν πιστοῖς ἅμα καὶ ἀπίστοις ὀφθαλμοῖς τὰ παράδοξα θεωμένοις ἐπιστώσατο. ὥσπερ γοῦν ἐπ' αὐτοῦ ποτε Μωὑσέως καὶ τοῦ θεοσεβοῦς Ἑρραίων γένους ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν καὶ ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ”, κατὰ ταῦτα δὴ καὶ Μαξέντιος οἴ τ' ἀμφ' αὐτὸν ὑπλῖται καὶ δορυφόροι „ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος”, ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμόν, ὃν αὐτὸς σκάφεσι ξεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ’ ἑαυτοῦ συνεπήξατο, ὧδέ πη ἐλεῖν τὸν τῷ θεῷ φίλον ἐλπίσας. ἀλλὰ τῷδε μὲν δεξιὸς παρῆν ὁ αὐτοῦ θεός, ὁ δ' τὰς τὰς κρυφίους μηχανὰς καθ’ ἐαυτοῦ δείλαιος συνίστη. ἐφ' ᾠ καὶ ἡν εἰπεῖν, ὡς ἄρα λάκκον λάκκον καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.” οὕτω δῆτα θεοῦ νεύματι τῶν ἐπὶ τοῦ ζεύγματος μηχανῶν τοῦ τ' ἐν αὐτοῖς ἐγκρύμματος διαλυθέντος οὐ κατὰ τὸν ἐλισθέντ, ὑφιζάνει μὲν ἡ διάβασις χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατà τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὸ δείλαιος εἶτα δὲ καὶ οἱ ἀμφ' αὐτὸν ὑπασπισταί τε καὶ δορυφόροι, ᾐ τὰ θεῖα προανεφώνει φώνει λόγια, „ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ.” ὥστ' εἰκότως ἂν εἰ καὶ μὴ λόγοις ἔργοις δ' οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωῦσέα τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν· „ ἄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτη- [*](6 Exod. 15, 4. 9 Exod. 15, 5. 15 Psal. 7, 16ff. 23 Exod. 15, 10. 27 Exod. 15, 1, 2. 1 τὰ] τὰς V Ι 3 πιστοῖς JMBA, Hist. Eccl., τοῖς πιστοῖς V Ι ἱεραῖς — πιστοῖς < MBA Ι ἐν ἱεραῖς Hist. Eccl. Ι αὐταῖς ἐνεργείαις] αὐτῇ ἐναργείᾳ Hist. Eccl. Ι 4 τὰ + vor ὀφθαλμοῖς J | 5 γοῦν V, οὖν JMBA | 6 Μωυσέως V, Hist. Eccl., Μωυ JMBA Ι καὶ < HSS, καὶ τοῦ πάλαι θεοσεβοῦς Hist. Eccl. Ι 8 κατὰ < MBA Ι ταῦτα] τὰ αὐτὰ Hist. Eccl., besser, vgl. I, 43, 3 Ι 14 ὁ αὐτοῦ] ἑαυτοῦ MB Ι ἄρα VJ, ἄνευ MBA Ι δείλαιος < Wil., vgl. Ζ. 21 Ι 16 αὐτὸν JMBA, Hist. Eccl., Vet, Test.,)

v.1.p.26.
ρίαν.“ καί „τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.“