Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλὰ γὰρ τούτων ἁπάντων οἶκτον ἀναλαβὼν Κωνσταντῑνος πάσαις πάσαις ὡπλίζετο κατὰ τῆς τυραννίδος. προστησάμενος δῆτα ἑαυτοῦ θεὸν τὸν ἐπὶ πάντων σωτῆρά τε καὶ βοηθὸν ἀνακαλεσάμενος τὸν Χριστόν, αὐτοῦ τε τὸ νικητικὸν τρόπαιον τὸ δὴ σωτήριον σημεῖον τῶν ἀμφ' αὐτὸν ὁπλιτῶν τε καὶ δορυφόρων προτάξας ἡγεῖτο πανστρατιᾷ, Ῥωμαίοις τὰ τῆς ἐκ προγόνοων ἐλευθερίας προμνώμενος. Μαξεντίου δῆτα μᾶλλον ταῖς κατὰ γοητείαν μηχαναῖς ἢ τῇ τῶν ὑπηκόων ἐπιθαρσοῦντος εὐνοίᾳ, προελθεῖν δ’ οὑδ' ὅσον πυλῶν τοῦ ἄστεος ἐπιτολμῶντος, ὁπλιτῶν δ' ἀναρίθμῳ πλήθει καὶ στρατοπέδων λόχοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν ὅση τις ὺπ΄ αὐτῷ δεδούλωτο φραξαμένου, ὸ τῆς ἐκ θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ τοῦ τυράννου παρατάξει εὖ μάλα τε πάσας ἐξ αὐτῆς πρώτης ὁρμῆς χειρωσάμενος, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλῶν χώρας.