Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ταῦτά τε καὶ ὅσα τούτοις ἀδελφὰ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ κατὰ καιρὸν ὁμοίως τῷ μεγάλῳ θεράποντι ἕργοις αύτοῖς ἀνυμνήσας, μετ΄ ἐπινικίων εἰσήλαυνεν εἰς τὴν βασιλεύουσαν πόλιν. πάντες δ' ἀθρόως αὐτὸν οἵ τ’ ἀπὸ τῆς συγκλή- του βουλῆς οἴ τ' ἄλλως ἐπιφανεῖς καὶ διάσημοι τῶν τῇδε, ὥσπερ ἐξ εἰργμῶν ἠλευθερωμένοι σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς μετ΄ εὐφημιῶν· καὶ ἀπλήστου χαρᾶς ὺπεδέχοντο, ὸμοῦ τ' ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶ καὶ οἰκετῶν μυρίοις πλήθεσι λυτρωτὴν αὐτὸν σωτῆρά τε καὶ εὐεργέτην βοαῖς ἀσχέτοις ἐπεφώνουν. ὁ δ' ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος μήδ' ἐπὶ ταῖς βοαῖς χαυνούμενος μήδ' ἐπαιρόμενος τοῖς ἐπαίνοις τῆς δ’ ἐκ θεοῦ συνῃσθημένος βοηθείας, εὐχαριστήριον ἀπεδίδου παραχρῆμα εὐχὴν τῷ τῆς νίκης αἰτίῳ.