De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
διό φησιν »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. τριῶν δὲ τούτων μνημονεύσας, γῆς καὶ ἀβύσσου καὶ ὕδατος τὸ τέταρτον ἐπάγει τελευταῖον τὸ κρεῖττον φυλάξας τὸν οὐρανόν· διὸ ἐπιφέρει ἑξῆς »ἡνίκα ὴτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ«. τούτων τοίνυν ὑπὸ τῆς θείας γραφῆς ἐναργῶς παρισταμένων,
βραχείας τε παρ’ ἡμῶν ὡς ἐν ἐπιτομῇ διηγήσεως τετυχηκότων, ἐπακούσωμεν ὅπως Μάρκελλος χαμαὶ βαλὼν τὴν διάνοιαν ταῦτα πάντα διισχυρίζεται περὶ τῆς σαρκὸς εἰρῆσθαι, ἡς ἀνείληφεν ὁ σωτήρ, γράφων κατὰ λέξιν τοῦτον τὸν τρόπον
τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν.
καὶ ἐπιλέγει
οὐκοῦν εἰ καὶ τὰ μάλιστα ἐπ’ ἐσχάτων τῶν καιρῶν τουτὶ καινὸν ἐπεφάνη μυστήριον, ὡς διὰ τοῦτο πρὸ τοῦ αἰῶνος τούτου προωρίσθαι, εἰκότως ὁ προφήτης ἔφη »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, δηλονότι τὴν σάρκα.
καὶ αὗθις ἐπάγει λέγων
εἶτα »ἐν ἀρχῇ« φησὶν »πρὸ τοῦ τὴν γῆν ποιῆσαι«. γῆν ποίαν ταύτην ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν παρακοὴ γῆν αὖθις γενομένην; »γῆ« γὰρ »εἷ« φησὶν »καὶ εἰς γῆν ἀπελεύσῃ«.
ὁρᾷς ὅσον διήμαρτεν, τῆς μὲν εὐθείας ἐκτραπείς, τραχεῖαν δὲ καὶ δύσβατον καὶ ὥσπερ τινὰ ἀνεξίτητον ἑαυτῷ περινοήσας ὁδόν.
θέα γοῦν ὅπως ἐξεβιάσατο πάντα μᾶλλον ἀναίσχυντον καὶ ἀναιδῆ λόγον φθέγξασθαι ὑπομείνας ἢ τὴν σοφίαν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ φθέγξασθαι.