De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
τὸ μὲν οὖν »κύριος ἔκτισέν με ἀρχὴν ὀδών αὐτοῦ εἰς ἔργα αὐτοῦ« τῷ τοῦ σωτῆρος ἀναφέρει προσώπῳ, ὁμολογῶν αὐτὸν εἶναι τὸν ἐν Παροιμίαις ταῦτα φάσκοντα. ψεῖ δ’ οὖν αὐτοῖς ῥήμασιν [*](3 Prov. 8, 23 24 — 8 Prov. 8, 27 — 15 Prov. 8, 22 — 20 Hebr. 1, 2. Ι Pet. 1, 20? — 22 Prov. 8, 23 — 25 Prov. 8, 23 — 27 Gen. 3, 19 — 33 Prov. 8, 22) [*](16 αὐτοῦ] + εἰς ἔργα αὐτοῦ and. St. | 21 ἀπεφάνη V, corr. We; + τὸ? | 26 ἢ and. St.)
οὐκοῦν εἰκότως τῶν ἀρχαίων παρεληλυθότων, καινῶν δὲ ἔσεσθαι μελλόντων ἁπάντων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν καινότητος, ὁ δεσπότης ἡμῶν ὁ Χριστὸς διὰ τοῦ προφήτου ἐβόα λέγων »κύριος ἔκτισέν με ἀρχὴν ὀδών αύτοῦ«.
τοῦτο δ’ εἰπὼν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν καταβάλλει τὴν διάνοιαν, ἑξῆς ἐπιλέγων
ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν »ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ«.
καὶ οὐ συνίησιν ὁ γενναῖος ὡς μία τις ἐστιν ἔκφρασις καὶ ἓν πρώσωπον τυγχάνει τὸ φῆσαν »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν« καὶ τὸ »κύριος ἔκτισέν με«· ὥστε εἰ ἐπὶ τὴν σάρκα ἀνάγοιτο θάτερον, ἀνάγκη καὶ τὸ ἕτερον· καὶ ἡ σοφία ἔσται ἡ τὰ ἀμφότερα λέγουσα.
εἰ δὲ ἡ σάρξ λέγοι κατὰ Μάρχελλον τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αύτοῦ«, αὕτη ἂν εἴη ἡ σοφία· καὶ ἔσται ἡ σὰρξ ἡ φάσκουσα »δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσιν« καὶ »δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται«. δ’ ἂν εἴποι ἡ σὰρξ τὸ »μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«, οἷς ἐπάγει τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«; ὁ δὲ καὶ τίνες αἱ ὁδοὶ παρίστησιν λέγων ἑξῆς
οὗτος γὰρ ἡμῖν τοῖς δικαίως πολιτεύεσθαι μέλλουσιν θεοσεβείας ὁδὸς γέγονεν· ἀρχὴ πασῶν τῶν μετὰ ταῦτα ὁδῶν.
καὶ προστίθησιν
»ἀρχὴν« δὲ »ὁδῶν« διὰ τοῦτο εἰκότως εἴρηκεν τὸν δεσπότην ἡμῶν τὸν σωτῆρα, διότι καὶ τῶν ἑτέρων, ὧν ἐσχήκαμεν, ὁδῶν μετὰ τὴν πρώτην ὁδὸν ἀρχὴ γέγονεν, τὰς διὰ τῶν ἱερῶν ἀποστόλων δηλῶν παραδόσεις τῶν »μετὰ ὑψηλοῦ« κατὰ τὴν προφητείαν »κηρύγματος« κηρυξάντων ἡμῖν τὸ καινὸν τοῦτο μυστήριον.
ταῦτα Μάρκελλος.
εἰ μὲν οὖν μὴ καὶ τὴν Νώσεως καὶ τῶν μετὰ Μωσέα προφητῶν [*](ἔλεγχος τῶν οὐκ ὀρθῶς εἰς τοὺς τόπους αὐτῷ λελεγμένων καὶ τῶν αὐτῶν ὑγιὴς ἑρμηνεία.) παρεδέχετο γραφήν, εἶχεν ἄν τινα εἰκότα αὐτῷ λόγον ἡ άπόδοσις· ἐπεὶ δὲ οὐ τῶν ἀθετούντων ἐστὶν τὴν παλαιὰν διαθήκην, τί δή ποτε τοὺς μὲν ἀποστόλους καὶ τούτων τὰς διδασκαλίας ὁδοὺς ὠνομασεν, οὐχὶ δὲ προσέσχεν τοῖς τοῦ θεοῦ προφήταις μυρία περὶ ὀδών θεοῦ γεγραφόσιν; πρῶτον μὲν γὰρ Μωσῆς ὧδε γράφων ἔλεγεν τῶν αὐτῶν [*](1 ΙΙ Kor. 5, 17 — 4 Prov. 8, 22 — 9 Prov. 8, 22 — 11 Prov. 8, 12 — 12 Prov. 8, 22 — 14 Prov. 8, 22 — 16 Prov. 8, 15. 16 — 17 Prov. 8, 21a — 18 Prov. 8, 22 — 21 Joh. 14, 6 — 23 Prov. 8, 22 — 26f Prov. 9, 3) [*]( λέγει V corr. Kl | 30 hier a. R. β΄ V)