De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τὸ γὰρ μέγα κτῆμα τοῦ θεοῦ ὁ μονογενὴς υἱὸς ἦν, καθ’ ὃ μὲν ἐξ αὐτοῦ γεγένητο υἱὸς ὢν αὐτοῦ, καθ’ ὃ δὲ τοῖς πᾶσιν [*](2 ff Prov. 8, 22 Α΄ Σ΄ Θ΄ — 10 Eph. 1, 10 — 16 Prov. 8, 15. 16 — 21 Prov. 8, 17 — 23 Prov. 8, 13 — 27 Prov. 8, 21a — 33 f Prov. 8, 22) [*](2 ἐκτίσατο V*, corr. V2 | 34 ἐκτίσατο V*, corr. V2 | 30 γεγέννητο V2)

v.4.p.143.
κοινωφελὴς καὶ σωτήριος καθέστηκεν, τὸ μέγιστον καὶ τιμιώτατον κτῆμα τοῦ πατρὸς ὑπάρχων τε καὶ ὠνομασμένος. οὐδὲ γὰρ ἄλλο τι γένοιτ’ ἂν πατρὶ υἱοῦ τιμιώτερον κτῆμα. ἔνθεν καὶ ὁ πρωτόπλαστος Ἀδὰμ ὅτε τὸν ἐν ἀνθρώποις πρῶτον υἱὸν ἐκτήσατο, ἐλέχθη καὶ ἐπ’ ἐκείνῳ »ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ«, τῆς Ἑβραικῆς φωνῆς ἀντὶ τοῦ »ἐκτησάμην« κανιθει περιεχούσης·

τὸ δὲ »ἐκτήσατο« κανα παρ’ Ἑβραίοις ἐκφωνεῖται. οὕτως οὖν ἐπὶ τοῦ Ἀβραὰμ εἴρηται »τὸν ἀγρὸν« »ὃν ἐκτήσατο Ἁβραάμ«, ἀνθ’ οὐτ’ τὸ Ἑβραικὸν κανα περιέχει, τῆς αὐτῆς λέξεως κειμένης παρ’ Ἑβραίοις καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὀδών αὐτοῦ εἰς ἔργα αὐτοῦ«. καὶ ἐνταῦθα γὰρ τῆς κανα λέξεως, τὸ »ἐκτήσατο« πάντες συμφώνως ἐκδεδώκασιν οἱ ἑρμηνευταί·

τὸ δὲ »ἔκτισεν« παραλέλεκται παρ᾿ Ἑβραίοις, ὅπερ οὐ κεῖται ἐπὶ τῆς προκειμένης γραφῆς. πλείστη δ’ ἂν γένοιτο τοῦ »ἔκτισεν« καὶ τοῦ »ἐκτήσατο« διαφορὰ τώ τὴν μὲν κτίσιν κατὰ τὴν κοινοτέραν διάνοιαν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον σημαίνειν, τὴν δὲ κτῆσιν τοῦ προϋπάρχοντος ἰσιάζουσαν οἰκειότητα πρὸς τὸν κτώμενον.

λέγων τοίνυν ὁ υἱὸς τοῦ θεοῦ τὸ »κύριος ἐκτήσατο με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ὁμοῦ καὶ τὴν προΰπαρξιν αὐτοῦ ἐδήλου καὶ τὴν ἰδιάζουσαν πρὸς τὸν πατέρα οἰκειότητα, ὁμοῦ καὶ τὸ χρήσιμον καὶ ἀναγκαῖον τῆς οἰκείας περὶ τὰ πατρῷα ἔργα προνοίας τε καὶ διοικήσεως.

διὸ ἑξῆς ἐπάγει »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«· δι’ ὧν ἁπάντων τὸ ἐξ αὐτοῦ λυσιτελὲς καὶ ἀναγκαῖον τοῖς πᾶσιν ἐνδείκνυται, ὅτι τε ἢν καὶ προῆν καὶ τοῦ σύμπαντος κόσμου προὐπῆρχέν τε καὶ καθηγεῖτο ἀναγκαίως διδάσκων. Μωσέως γὰρ ἐν τῇ κοσμοποιίᾳ τῶν μὲν ὑπερκοσμίων καὶ ἀφανῶν δυνάμεων μηδεμίαν μνήμην πεποιημένου διὰ τὸ ἀτελὲς τῶν δι’ αὐτοῦ παιδαγωγουμένων, τοῦ δὲ ὁρατοῦ κόσμου τὴν σύστασιν διεξελθόντος, τεττάρων τε στοιχείων ἐν ἀρχῇ μνημονεύσαντος | οὐρανοῦ καὶ γῆς καὶ ἀβύσσου καὶ ὕδατος, καὶ δύο μὲν πεποιῆσθαι ὑπὸ τοῦ θεοῦ εἰρηκότος (»ἐν ἀρχῇ« γάρ φησιν »ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν τὴν γῆν«), οὐκέτι δὲ ὁμοίως καὶ ἐπὶ τοῦ ὕδατος καὶ τῆς ἀβύσσου μνησθέντος ὡς ἄρα εἴη καὶ ταῦτα γενητά, ἀλλ’ ἁπλῶς εἰρηκότος »καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω [*](5 f Gen. 4, 1 — 7 Gen. 25, 10 — 9 Prov. 8, 22 — 11 f Prov. 8, 22 — 14 Prov. 8, 22 — 17 Prov. 8, 22 — 21 Prov. 8, 23 — 26 ff vgl. S. 127, 11. 28. 102, 5 — 32 Gen. 1, 1 — 35 Gen. 1, 2) [*](18 ἔκτισεν corr. We | 22 ποιῆσαι] + καὶ πρὸ τοῦ τἀς ἀβύσσους ποιῆσαι? vgl. z. Β. 8. 138, 21. 144, 4 f | 34 γένηται V* γεννητά V2)

v.4.p.144.
τοῦ ὕδατος«. ἀναγκαίως διὰ τῶν προκειμένων διδάσκει καὶ περὶ αὐτῶν ὁ υἱὸς τοῦ θεοῦ ὅτι τε γενητὰ εἴη καὶ ὡς αὐτὸς πρὸ πάντων εἴη καὶ δι’ αὐτοῦ τὰ πάντα πεποίητο.