Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα μὲν γὰρ βασιλεύοντος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο· ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προρρήσεως, πολλοῦ δεῖ ἐφ’ ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, τοῦτ’ ἔστι τοὐ γεγονότος μεθ’ ἡμῶν θεοῦ, γενέσεως, καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου εἰς ἀνθρώπους ἐπιδημίας.

τῶν γὰρ δυοῖν βασιλέων καθῃρημένων κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπὼν “καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων·” ὃ καὶ αὐτὸ ῥητῶς μὲν καὶ κατὰ λέξιν οὕτως ἂν ἀποδοθείη. κατὰ γὰρ βασιλέα Ἄχαζ καὶ Ησαΐαν υἱὸν Ἀμὼς καὶ τοὺς τῆς προφητείας χρόνους, βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ, οὐχ ὁ ἐν Ἰερουσαλὴμ, ἀλλ’ ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου, συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις τοῦ Δαβὶδ βασιλευομένους

τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία

v.3.p.428
θεσπίζουσα αὐτοὺς μὲν τοὺς κατ’ ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσεσθαι καὶ ἀποχωρήσειν τοῦ πολέμου φησί· τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου μεθ’ ἡμῶν θεοῦ γενέσεως.

ἐπίστησον τοίνυν πότε ἡ Δαμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα.

ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι καὶ τὸν προφητευόμενον ἐληλυθέναι. εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρῆν περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δὲ ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ’ ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχε τὸ λόγιον φῆσαν “καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν, τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων.

ὁ γοῦν Σύμμαχός φησιν “ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ’ ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.” καὶ ὁ Ἀκύλας “ἐγκαταλειφθήσεται ἡ χθὼν, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.”

καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον “ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.”

ὁρᾷς ὅπως τὴν

v.3.p.429
γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; ποίαν δὲ γῆν ἢ τὴν τῶν Δαμασκηνῶν καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ δύο βασιλεῖς οἶ περὶ ὧν ὁ λόγος. ὧν ὁ Ἄχαζ τὴν γῆν ἐσίκχαινεν, ἢ ἐβδελύσσετο, ἀποκάμνων ἢ ἐγκακῶν ἀπ’ αὐτῆς. πότ’ οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν μεθ’ ἡμῶν θεόν.

καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμάσκου συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον. μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν, καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενε βασιλεία· οὐ γὰρ ἀπὸ γένους ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης, καὶ οἶ μετ’ αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι.

μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ ἀπὸ προσώπου τοῖν δυοῖν βασιλέων. ἐξ ἐκείνου γὰρ τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας.

Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἀπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον καὶ εἰρηναῖον σημαίνει τῆς τὸν γεννηθέντα θεὸν, αὐτὸν δὴ τὸν Ἐμμανουὴλ., παραδεξαμένης. [*](14"2. Cor. 11, 32.)

v.3.p.430
ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος οἶ πρὶν ἀποπεφεύγασι πολέμιοι, δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν.

τούτων δ’ οὑν ἔφερον οἶ πάλαι δηλούμενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν Δαμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ’ ἕτερος τῶν ἀποστάντων τῆς Ἰερουσαλὴμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας

ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τροπικῶς ἀποδέχεσθαι προσήκει μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἐξῆς ἐπιλεγομένων, δι’ ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ’ Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ δάμαλιν βοῶν καὶ δύο πρόβατα θρέψειν, καὶ ἄλλα τινὰ καθ’ ἴνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα.

Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ γραφὴ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινε τὸν τρόπον μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μάριας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτὴν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. [*](25 Matth. 1, 18.)

v.3.p.431
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου, διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.”

Οὕτω δὴ καθ’ ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης. ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δὲ ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουὴλ, φέρε κατανοήσωμεν.

“Συπιεῖ, φησὶ, κύριος μυίαις, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων, καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ, τῷ μεμισθωμένῳ, πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς [*](18 Es. 7, 18.)

v.3.p.432
ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν, μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται. οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.”

Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προφητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. “συριεῖ, φησὶ, κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἔστιν ἐν χὠρᾳ Ἀσσυρίων.”