Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι’ ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια.

τίνων δὲ ἐχθρῶν, ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς [*](19 Rom. 5, 12.)

v.3.p.422
ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα, καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα, μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλμοῖς, οὐδ’ ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου.

ἔν οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοντῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον λόγον αὐτὸς ὁ θεὸς λόγος ἀνελάμβανε, καὶ πάντα γε δι’ αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο.

καὶ ταῦτ’ ἔπραττε ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ’ οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα, μηδὲ πανταχῆ παρεῖναι θεοῦ λόγον ὄντα, καὶ τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα·

ἀλλ’ οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφε σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων μεταδιδοὺς, ἀλλ’ οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων

οὐκοῦν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμόλυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν νἄ τι ἀκτῖνες νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι; τῷ

v.3.p.423
δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητὸν, ἀπετελεῖτο· ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσι διηκονεῖτο. τοῦτο οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφὲς, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.’

ᾧ ἐπιφέρει ἐξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον ‟ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δὴ οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.”

Καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν. ἐπιστήσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ μαρτυρα- [*](14 Es. 7, 9.)

v.3.p.424
μένω τοῖς ἐντυγχάνουσιν, ὅτι ’ ἐὰν μὴ πιστεύσωσιν οὐδὲ μὴ συνῶσι. καὶ ἀναγκαίως χρῆν ἐπισημήνα- σθαι, δεικνύντας ὅτι μὴ μόνον συνέσεως, ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις ^ καὶ οὐ μόνον πί- στεως, ἀλλὰ καὶ συνέσεως. ὅθεν οἶ ἐκ περιτομῆς μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆ- κὰν τὸν προφητευόμενον y ὥστε ἐπ’ αὐτοῖς πρώτοις ἐπαληθεῦσαι τὴν πρόρρησιν.

ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶ διανοίας οὐκ ἀκούουσιν. τῆς τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἴτερον ἢ ἀπιστία τυγχά- τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. ἐὰν γὰρ, φησὶ, μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

ἀλλ’ εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν xfj γραφῇ, (οὕτως γάρ φασι φέρεσθαι παρ’ αὑτοῖς) καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν οἷα καὶ πάσαι γυναῖκες ἐξ ὁμι- λίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα νεᾶνίς τις ἔμελλε ; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος ; καὶ οὐχ ἁπλῶς θεὸς, ἀλλ’ ὁ μεθ’ ἡμῶν; τοῦτο γὰρ σημαί- σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶ δεῖν ὀνομά- ὀνομάζειν τὸν γεννώμενον. ἰδοὺ γὰρ ἡ παρθένος, φησὶν, ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.”

ποῖος δὲ καὶ ἀγὼν θεῷ, ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀν- τιγράφοις ὑφ’ ἑβδομήκοντα ἀνδρῶν, ἄνωθεν μὶν Eβραίων τὸ γένος, ἐπ’ ἀκριβείᾳ δὲ τῆς πατρίου παι- δείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέ-

v.3.p.425
ρεται ‟μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον.

ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, ὃς κεκλήσεται ὁ μεθ’ ἡμῶν θεός·” (τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα·) ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις, (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος) ὅμως δ’ οὖν καὶ κατ’ αὐτὸν τοῦτον εἴρηται τὸν τρόπον ‟ἀκούσατε δὴ οἶκος Δαβὶδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν κύριον θεόν μου; διὰ τοῦτο δόσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ αυλλαμβάνει, καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”

παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ’ οὕτως ἔχει (λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἣν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομένων, ἐξ ὧν ὁ Σύμμαχος ἦν, παρ’ ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει) ‟ἀκούσατε οἶκος Δαβὶδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”

ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸνα τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχε τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν οὐκ αὔταρκες ὑμῖν, φησὶ, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν, καὶ ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ’ ἤδη καὶ τὸν θεόν μου κοποῦτε, καὶ ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;” οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.

ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεῖν, ἀλλ’

v.3.p.426
οὐχὶ καὶ τῶν πρὸς οὓς ὁ λόγος, τὸν κοπούμενον καὶ ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενον προσεῖπεν, οὐκ ἂν φήσας θεόν μου τὸν ἐπὶ πάντων θεὸν ἐν Ἰουδαίοις, παρ’ οἷς ἐκ πατέρων τὸ περὶ τὸν τῶν πάντων δημιουργὸν θεὸν σέβας ἐφυλάττετο.

τίς δ’ ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, τὸ εῖς ἀνθρώπων γένεσιν ἐλθεῖν, κατὰ μὲν ἡμὰς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ παρθένου γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ νεάνιδος; εὕροις δ’ ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογουμένως παρθένον νεᾶνιν προσηγορευμένην, τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην, ὑφ’ ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι.

ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν ἢ γνῶναι πονηρὰ, καὶ ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ, ἀλλ’ ἐν τῇ τοῦ παιδίου.

διὸ εἴρηται ‘‘πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν”, δι’ ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ μεθ’ ἡμῶν ὑπάρχων θεός.

διὸ καὶ τὸ περὶ αὐτοῦ σημεῖον βάθος ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ ὕψος· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον, ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν, ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν.

τίς δ’ ἂν εἴη ὁ μεθ’ ἡμῶν [*](11 Deut. 22, 19 se qq.)

v.3.p.427
θεὸς ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ’ ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἶ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα, τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ’ οὔτε ὁ μεθ’ ἡμῶν θεὸς Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ’ αὐτῷ· ἀλλ’ οὐδὲ ἀγὼν ἢ μόχθος τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν· καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας.