Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

μὲν προτέραις εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις, καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις· τῇ δὲ μελίσσῃ ζῴῳ ἐπιφερομένῳ, βασιλεύειν τε καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν εἰδότι τοὺς ἀνθισταμένους.

ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς, κατευθύνοντες γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύονται) κελεύσει καὶ ὥσπερ συρίσματι τοῦ κυρίου καὶ θεοῦ τῶν ὅλων τῆς Ἰουδαίας ἀπάσης ἐπικρατήσειν, διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, φησί· σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἰερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν.

ὅπερ καὶ ὁ σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέσπιζεν εἰπὼν “καὶ Ἰερουσαλὴμ ἔσται [*](31 Luc. 21, 24.)

v.3.p.433
πατουμένη ὑπὸ ἐθνῶν.’ ὃ καὶ τέλους ἔτυχε, μετ’ οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν Ῥωμαίων τὴν πόλιν ἑλόντων, ἀλλοφύλους τε ἄνδρας αύτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων.

πάλιν δὲ ὁ αὐτὸς κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ’ ἔστι τὸν κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς.

Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται. διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων ὀνόματος ἡγοῦμαι τὴν καθ’ ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν σημαίνεσθαι, διὰ τὸ “κατευθύνοντας” ἀπὸ τῆς Ἐβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους· ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας,

ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίωνξυρῷ, ἤτοι τῇ πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων θεός.

οὐδὲ ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουὴλ, γένεσιν, περιεῖλεν αὐτῶν ὁ θεὸς πάντα τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ “βασιλέως “ βασιλέως Ἀσσυρίων” ὁ μὲν Ἀκύλας Ἀσσθρίων,” ὁ δὲ Θεοδοτίων “ἐν τῷ βασιλεῖ Ασσυρίων” συρίων” ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοὐ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ’ ἐν τῷ αὐτοῦ ξυρῷ καὶ ἐν αὐτῷ τε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος.

τούτοις

v.3.p.434
οὑν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων. ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδαμῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα, τῇ δὲ ἐπικρατούσῃ καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ.

ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους· διὸ καὶ νῦν ὑπειλήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν. κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ θεοῦ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ὁρῶμεν.

μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμὰς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο), ἀλλά τινας εἶναι προφητικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας, ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν.

καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος οἶμαι δι’ οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ’ αὐτῆς τε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι δημοσιεύεσθαι.

ἵν᾿ οὖν τοῖς τῆς ἀρχῆς κρατοῦσι δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐτῶν ἀναγραφῆς, δι’ αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπερ

v.3.p.435
οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ κατευθύνοντας αὐτοὺς ὀνομάζει προσειπὼν Ἀσσυρίους.

τῷ τούτων τοιγαροῦν ξυρῷ τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει.

ἔτι δὲ ἐν τῇ δηλουμένῃ ἡμέρᾳ, δῆλον δὲ ὅτι τῇ τοῦ Ἐμμανουὴλ, τοῦτ’ ἔστι τῆς τοῦ Χριστοῦ ἐπιφανείας, “θρέψει, φησὶν, ἄνθρωπος δάμαλιν βοῶν ·καὶ δύο πρόβατα. καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.”

δι’ ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι καὶ πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος καὶ σπείροντος καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἐχομένου δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς, τὸ τούτων γάλα ποριζομένου· ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορὸν, ὧν ἕκαστος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γεγονὼς,” καὶ διὰ τοῦτο “ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς ὠνομασμένος θρέψειν λέγεται δάμαλιν βοῶν καὶ δύο πρόβατα, τρία καθ’ ἑκάστην ἐκκλησίαν τάγματα, ἕν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς διὰ λουτροῦ παλιγγενεσίας ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος ‘‘γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτας ἕξει [*](21 Rom. 11, 5. 29 1. Cor. 3, 2.)

v.3.p.436
δάμαλιν βοῶν εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει;

εἴη δὲ ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, δάμαλις ὠνομασμένη βοῶν, γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν.

τούτων δὲ πέρι τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησομένων ἕτερόν τι συμβήσεσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δὲ ὅτι ἐν τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ· τί δὲ τοῦτο; “πᾶς τόπος, φησὶ, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ’ οὖ ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. μετὰ γὰρ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, δῆλον δ’ ὅτι οἱ πολέμιοι) ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.”

καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ τοῦ λογικοῦ φωτὸς τοῦ c διὰ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους ἐπιλάμψαντος) περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει· δυνάμεις τε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ [*](4 1. Cor. 9, 9.)

v.3.p.437
τὸ τοιούτων ἀξίαν γεγονέναι.

καὶ ἀναπαύσεσθαι τὰς εἰρημένας δυνάμεις φησὶν ἐν φάραγξι καὶ ἐν τρώγλαις πετρῶν, εἴς τε τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν, κατὰ μὲν διάνοιαν, ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσι τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, κατὰ δὲ τὴν πρόχειρον λέξιν, καθ’ ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας κατειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ είδωλολάτρας ἀνθρώπους έν πάσαις αὐτῶν πόλεσί τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ ξυρῷ τοῦ νενοημένου ἡμῖν βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν αὐτῶν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα, πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, ξυρήσειν.

κατὰ δὲ τὴν αὐτὴν ταύτην ἡμέραν καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀπειλεῖ ἐν ἐσχάτῃ πενίᾳ τοῦ κατὰ θεὸν πλούτου καταστήσεσθαι αὐτοὺς, ὡς μὴ ἄρτων λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματικῆς τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι τῷ νηπιώδει καὶ εἰσαγωγικῷ λόγῳ. ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι.