Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Πρόρρησις τῆς εἰς Χριστὸν ἀπιστίας τοῦ Ἰου- δαίων ἔθνους καὶ σημεῖον αὐτοῖς ἀπὸ κυρίου διδό- διδόμενον. ἦν δὲ τοῦτο παρθένος θεὸν γεννῶσα, ἐφ’ οὗ τῇ γενέσει καθαίρεσις παντελὴς τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, καὶ ὡς ἀλλόφυλοι καὶ πολέμιοι τὴν χώραν αὐτῶν καθέξουσιν, καὶ ὡς ἡ πρὶν ἔρημος τῆς ἐνθέου τυχοῦσα γεωργίας εὐφορήσει.

τῆς ἐξ ἐθνῶν ἐκκλη- σίας τοῦτον δηλουμένης τὸν τρόπον, ὥσπερ ὁ θαυ- μάσιος εὐαγγελιστὴς Ἰωάννης μείζονι ἢ κατὰ ἄνθρω- πον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεο-

v.3.p.416
λογῶν, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, τῆς τε ἱερᾶς γραφῆς αὐτοῦ ἀπαρχόμενος, ὁμοῦ τῇ θεολογίᾳ καὶ τὴν ἔνσαρκον αὐτοῦ εἰς ἀνθρώπους παρίστησιν ἐπιδημίαν ‟ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο,” φήσας· τούτοις ἑξῆς ἐπάγων ‟καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.”

τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων ‟εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. ἕξ πτέρυγες τῷ ἐνὶ. καὶ ἕξ πτέρυγες τῷ ἐνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας· ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

καὶ ἑξῆς ἐπιλέγει ‘καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπε πρός με, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ [*](4 Io. 1, 1. 11 Es.6, 1.)

v.3.p.417
εἷπεν, ἴως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.”

Ποῖον δὲ θεμιτὸν φάσκειν τὸν προφήτην ἑωρακέναι κύριον ἢ ὃν τοῖς περὶ τὸν Ἀβραὰμ προπάτορσιν ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς άνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν τὴν ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι’ ἧς φησιν ἑωρακέναι αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.

οὗτος δ’ ἂν εἴη ὁ θρόνος αὐτοῦ ἐκεῖνος ὁ καὶ ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ Ψαλμῷ δεδηλωμένος, κατὰ τὸ ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐφ’ ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο λέγων ‟κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”

συνίστησι δὲ ταύτην ἡμῶν τὴν εἰς τοὺς τόπους ἑρμηνείαν Ἰωάννης ὁ εὐαγγελιστὴς, ὃς παραθέμενος τὰς προκειμένας τοῦ Ἡσαΐου φωνὰς, ἐν αἷς εἴρητο ‟ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτόν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν” ἐπιφέρει περὶ τοῦ Χρι.στοῦ λέγων ‟ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησε περὶ αὐτοῦ.”

ἰδὼν δὴ οὖν ὁ προφήτης τὴν ἐπὶ τοῦ πατρικοῦ θρόνου τῆς ἐνθέου δόξης τε καὶ βασιλείας ἵδρυσιν τοῦ σωτῆρος ἡμῶν, τῷ τε ἁγίῳ ἐπιθειάσας πνεύματι, καὶ μέλλων ἐξῆς τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἐκ [*](14 Ps. 44, 6. 17 Ps. 109, 1. 25 Jo. 12. 41.)

v.3.p.418
παρθένου γέννησιν ὑπογράφειν προμαρτύρεται τὴν εἰς πᾶσαν τὴν γῆν μέλλουσαν ἔσεσθαι γνῶσίν τε καὶ δοξολογίαν, τὰ Σεραφὶμ εἰσάγων κυκλοῦντα αὐτὸν καὶ φάσκοντα ἅγιος ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.”

τίνα δ’ ἂν εἴη τὰ Σεραφὶμ τὰ τὸν Χριστὸν τοῦ θεοῦ δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροὶ, ἢ καὶ προφητῶν καὶ ἀποστόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ “ἀρχὴ στόματος αὐτῶν.”

τοιοῦτοι δὲ οἱ προφῆται καὶ ἀπόστολοι, ὧν διὰ τοῦ στόματος ἡ ἀπαρχὴ γέγονε τοῦ σωτηρίου κηρύγματος, διὸ ταύτης ἔτυχον τῆς προσηγορίας, ὡς καὶ τοῦ ἁγίου πνεύματος αἶ δυνάμεις πτέρυγες ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρρητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων.

καὶ δυνάμεις δὲ θεῖαι καὶ οὐράνιοι εἶεν ἂν διὰ τῶν Σεραφὶμ δηλούμεναι, καθὸ ἑτέρως τὰ Σεραφὶμ ἑρμηνεύεται ἐμπρησμοί. διὸ εἴρηται ‟ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.”

κεκράγασι δὲ οὗτοι καὶ βοῶσιν ἕτερος τῷ ἑτέρῳ κατὰ τὴν οἰκείαν δύναμιν, τὴν ἁγιότητα τοῦ θεολογουμένου παριστῶντες, καὶ τό γε πάντων παραδοξότατον θεολογοῦντες, ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ πᾶσα ἡ γῆ τῆς αὐτῆς μετέσχε δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προιὼν ἐξῆς [*](21 Ps. 104, 5.)

v.3.p.419
ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολοίαν αὐτοῦ κηρύττων.

κύριος δὲ Σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων. αὐτὸς δ’ ἂν εἴη ὁ ἀρχιστράτηγος δυνάμεως κυρίου, ὃν καὶ ἐν κγ΄ Ψαλμῷ κύριον Σαβαὼθ αἶ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι’ ὄν φασιν ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.’ τὸ γοῦν Ἑρβαϊκὸν πάλιν ἐνταῦθα κύριον Σαβαὼθ αὐτὸν καλεῖ.

καὶ ἐπειδήπερ αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, διά τε τὴν ἐπιδημίαν αὐτοῦ ἔμελλε πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ Ψαλμῷ· ἐν μὲν τῷ προφήτῃ διὰ τοῦ ‘‘πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ,’ ἐν δὲ τῷ Ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης ‟τοῦ κυρίου ἡ τῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῄ.”

τούτων τεθεσπισμένων ἐξῆς ὑποβὰς ὁ προφήτης μαρτύρεται ὅτι δὴ εἰ καὶ πλήρης ἔσται πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ἀλλά γε τὸ Ἰουδαίων ἔθνος οὐ προσήσεται αὐτὸν, διό φησιν καὶ εἶπε κύριος (αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος κύριος Σαβαὼθ,) τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με. καὶ εἶπε, πορεύθητι, καὶ εἷπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ [*](8 Ps. 23, 9.)

v.3.p.420
καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὑτῶν καὶ τοῖς ὠσὶν αὑτῶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.”

δι’ ὧν ἄντικρυς θεσπίζει τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτὸν, οὐ μὴν προσέξουσι τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνήσουσιν οὔθ’ ὅστις ὢν αὐτοῖς διαλέξοιτο οὔθ’ ἅπερ αὐτοῖς τῆς καινῆς διδασακλίας παραδώσει μαθήματα.

μαρτυρεῖ δὲ τοῖς τῶν λόγων ἀποτελέσμασιν ὁ εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ σωτῆρος ἡμῶν λέγων ‟τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτὸν, τὸν, ἔνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε, κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. ταῦτα εἶπεν Ἠσαίας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησε περὶ αὐτοῦ.”

ἀναμφιλόγως οὖν ἐπὶ τὸν Χριστὸν ἀνήνεγκε τὴν ἐν τῷ Ἡσαΐᾳ θεοφάνειαν ὁ εὐαγγελιστὴς, καὶ ἐπὶ τὸν Ἰουδαίων λαὸν οὐ παραδεδεγμένον τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ ἑωρακότι τὸν κύριον Σαβαώθ φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτὸν, ἀλλ’ οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται [*](13 Jo. 12, 37.)

v.3.p.421
αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ’ οὐ νοήσουσι, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν.

ταῦτ’ οὖν ὁ Ἠσαίας δι’ ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφηγήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἀχαζ, ὃς ἐπεῖχε τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερε νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν δυνάμεων, (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας διεληλύθαμεν, ὧς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ’ αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θ’ ἑοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκῆνος ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ ἡ τούτου χρεία ἦν καιρὸς ἂν εἴη διαλαβεῖν.

Ἐπειδὴ δι’ ἀνθρώπου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ, ἀλλὰ δικαιοσύνης κρατούσης.